Ir al contenido
Bible Notetaker

2 Samuel 2

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
And it came to pass after this, that David enquired of the Lord, saying, Shall I go up into any of the cities of Judah? And the Lord said unto him, Go up. And David said, Whither shall I go up? And he said, Unto Hebron.
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ, λέγων, εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνάβηθι· καὶ εἶπε Δαυὶδ, ποῦ ἀναβῶ; καὶ εἶπεν, εἰς Χεβρών.
2
So David went up thither, and his two wives also, Ahinoam the Jezreelitess, and Abigail Nabal’s wife the Carmelite.
Καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν, καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινάαμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου,
3
And his men that were with him did David bring up, every man with his household: and they dwelt in the cities of Hebron.
καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ἕκαστος, καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών.
4
And the men of Judah came, and there they anointed David king over the house of Judah. And they told David, saying, That the men of Jabesh–gilead were they that buried Saul.
Καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας, καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα· Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.
5
And David sent messengers unto the men of Jabesh–gilead, and said unto them, Blessed be ye of the Lord, that ye have shewed this kindness unto your lord, even unto Saul, and have buried him.
Καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ἰαβὶς τῆς Γαλααδίτιδος, καὶ εἶπε πρὸς αὐτοὺς Δαυὶδ, εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου, καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ.
6
And now the Lord shew kindness and truth unto you: and I also will requite you this kindness, because ye have done this thing.
Καὶ νῦν ποιῆσαι Κύριος μεθʼ ὑμῶν ἔλεος καὶ ἀλήθειαν· καί γε ἐγὼ ποιήσω μεθʼ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο.
7
Therefore now let your hands be strengthened, and be ye valiant: for your master Saul is dead, and also the house of Judah have anointed me king over them.
Καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαοὺλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφʼ ἑαυτὸν εἰς βασιλέα.
8
But Abner the son of Ner, captain of Saul’s host, took Ish–bosheth the son of Saul, and brought him over to Mahanaim;
Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ, καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ,
9
And made him king over Gilead, and over the Ashurites, and over Jezreel, and over Ephraim, and over Benjamin, and over all Israel.
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδίτιν, καὶ ἐπὶ τὸν Θασιρὶ, καὶ ἐπὶ τὸν Ἰεζραὴλ, καὶ ἐπὶ τὸν Ἐφραὶμ, καὶ ἐπὶ τὸν Βενιαμὶν, καὶ ἐπὶ πάντα Ἰσραήλ.
10
Ish–bosheth Saul’s son was forty years old when he began to reign over Israel, and reigned two years. But the house of Judah followed David.
Τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαοὺλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ· καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου Ἰούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ.
11
And the time that David was king in Hebron over the house of Judah was seven years and six months.
Καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.
12
And Abner the son of Ner, and the servants of Ish–bosheth the son of Saul, went out from Mahanaim to Gibeon.
Καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ, καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών·
13
And Joab the son of Zeruiah, and the servants of David, went out, and met together by the pool of Gibeon: and they sat down, the one on the one side of the pool, and the other on the other side of the pool.
Καὶ Ἰωὰβ υἱὸς Σαρουία, καὶ οἱ παῖδες Δαυὶδ ἐξῆλθον ἐκ Χεβρὼν, καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτὸ, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.
14
And Abner said to Joab, Let the young men now arise, and play before us. And Joab said, Let them arise.
Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωὰβ, ἀναστήτωσαν δὴ τὰ παιδάρια, καὶ παιξάτωσαν ἐνώπιον ὑμῶν· καὶ εἶπεν Ἰωὰβ, ἀναστήτωσαν.
15
Then there arose and went over by number twelve of Benjamin, which pertained to Ish–bosheth the son of Saul, and twelve of the servants of David.
Καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ, καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ
16
And they caught every one his fellow by the head, and thrust his sword in his fellow’s side; so they fell down together: wherefore that place was called Helkath–hazzurim, which is in Gibeon.
Καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών.
17
And there was a very sore battle that day; and Abner was beaten, and the men of Israel, before the servants of David.
Καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυίδ.
18
And there were three sons of Zeruiah there, Joab, and Abishai, and Asahel: and Asahel was as light of foot as a wild roe.
Καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουία, Ἰωὰβ, καὶ Ἀβεσσὰ, καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ· ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
19
And Asahel pursued after Abner; and in going he turned not to the right hand nor to the left from following Abner.
Καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ, καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ.
20
Then Abner looked behind him, and said, Art thou Asahel? And he answered, I am.
Καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς Ἀσαήλ; καὶ εἶπεν, ἐγώ εἰμι.
21
And Abner said to him, Turn thee aside to thy right hand or to thy left, and lay thee hold on one of the young men, and take thee his armour. But Asahel would not turn aside from following of him.
Καὶ εἶπεν αὐτῷ Ἀβεννὴρ, ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ, καὶ κατάσχε σεαυτῷ ἓν τῶν παιδαρίων, καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
22
And Abner said again to Asahel, Turn thee aside from following me: wherefore should I smite thee to the ground? how then should I hold up my face to Joab thy brother?
Καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ, ἀπόστηθι ἀπʼ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωάβ;
23
Howbeit he refused to turn aside: wherefore Abner with the hinder end of the spear smote him under the fifth rib, that the spear came out behind him; and he fell down there, and died in the same place: and it came to pass, that as many as came to the place where Asahel fell down and died stood still.
Καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου. Καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι· καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο.
24
Joab also and Abishai pursued after Abner: and the sun went down when they were come to the hill of Ammah, that lieth before Giah by the way of the wilderness of Gibeon.
Καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννὴρ, καὶ ὁ ἥλιος ἔδυνε· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμὰν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῒ, ὁδὸν ἔρημον Γαβαών.
25
And the children of Benjamin gathered themselves together after Abner, and became one troop, and stood on the top of an hill.
Καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν, καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
26
Then Abner called to Joab, and said, Shall the sword devour for ever? knowest thou not that it will be bitterness in the latter end? how long shall it be then, ere thou bid the people return from following their brethren?
Καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ, καὶ εἶπε, μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἴδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθε τῶν ἀδελφῶν ἡμῶν;
27
And Joab said, As God liveth, unless thou hadst spoken, surely then in the morning the people had gone up every one from following his brother.
Καὶ εἶπεν Ἰωὰβ, ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθε τοῦ ἀδελφοῦ αὐτοῦ.
28
So Joab blew a trumpet, and all the people stood still, and pursued after Israel no more, neither fought they any more.
Καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς, καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
29
And Abner and his men walked all that night through the plain, and passed over Jordan, and went through all Bithron, and they came to Mahanaim.
Καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην, καὶ διέβαινον τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
30
And Joab returned from following Abner: and when he had gathered all the people together, there lacked of David’s servants nineteen men and Asahel.
Καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ, καὶ συνήθροισε πάντα τὸν λαὸν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυὶδ ἐννεακαίδεκα ἄνδρες,
31
But the servants of David had smitten of Benjamin, and of Abner’s men, so that three hundred and threescore men died.
καὶ Ἀσαήλ. Καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρʼ αὐτοῦ.
32
And they took up Asahel, and buried him in the sepulchre of his father, which was in Beth–lehem. And Joab and his men went all night, and they came to Hebron at break of day.
Καὶ αἴρουσι τὸν Ἀσαὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.