Ir al contenido
Bible Notetaker

Job 10

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
My soul is weary of my life; I will leave my complaint upon myself; I will speak in the bitterness of my soul.
Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματα μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,
2
I will say unto God, Do not condemn me; shew me wherefore thou contendest with me.
καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;
3
Is it good unto thee that thou shouldest oppress, that thou shouldest despise the work of thine hands, and shine upon the counsel of the wicked?
Ἢ καλόν σοι ἐὰν ἀδικήσω; ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.
4
Hast thou eyes of flesh? or seest thou as man seeth?
Ἢ ὥσπερ βροτὸς ὁρᾷ, καθορᾷς; ἢ καθὼς ὁρᾷ ἄνθρωπος, βλέψῃ;
5
Are thy days as the days of man? are thy years as man’s days,
Ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρὸς,
6
That thou enquirest after mine iniquity, and searchest after my sin?
ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου, καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
7
Thou knowest that I am not wicked; and there is none that can deliver out of thine hand.
Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα· ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
8
Thine hands have made me and fashioned me together round about; yet thou dost destroy me.
Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με, μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
9
Remember, I beseech thee, that thou hast made me as the clay; and wilt thou bring me into dust again?
Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
10
Hast thou not poured me out as milk, and curdled me like cheese?
Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ;
11
Thou hast clothed me with skin and flesh, and hast fenced me with bones and sinews.
Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας.
12
Thou hast granted me life and favour, and thy visitation hath preserved my spirit.
Ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφυλαξέ μου τὸ πνεῦμα.
13
And these things hast thou hid in thine heart: I know that this is with thee.
Ταῦτα ἔχων ἐν σεαυτῷ, οἶδα ὅτι πάντα δύνασαι· ἀδυνατεῖ δέ σοι οὐθέν.
14
If I sin, then thou markest me, and thou wilt not acquit me from mine iniquity.
Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας.
15
If I be wicked, woe unto me; and if I be righteous, yet will I not lift up my head. I am full of confusion; therefore see thou mine affliction;
Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.
16
For it increaseth. Thou huntest me as a fierce lion: and again thou shewest thyself marvellous upon me.
Ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν· πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις,
17
Thou renewest thy witnesses against me, and increasest thine indignation upon me; changes and war are against me.
ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπʼ ἐμὲ πειρατήρια.
18
Wherefore then hast thou brought me forth out of the womb? Oh that I had given up the ghost, and no eye had seen me!
Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδε,
19
I should have been as though I had not been; I should have been carried from the womb to the grave.
καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
20
Are not my days few? cease then, and let me alone, that I may take comfort a little,
Ἢ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν,
21
Before I go whence I shall not return, even to the land of darkness and the shadow of death;
πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν,
22
A land of darkness, as darkness itself; and of the shadow of death, without any order, and where the light is as darkness.
εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.