La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
After this opened Job his mouth, and cursed his day.
Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ,
2
And Job spake, and said,
καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων,
3
Let the day perish wherein I was born, and the night in which it was said, There is a man child conceived.
Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν, Ἰδοὺ ἄρσεν.
4
Let that day be darkness; let not God regard it from above, neither let the light shine upon it.
Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
5
Let darkness and the shadow of death stain it; let a cloud dwell upon it; let the blackness of the day terrify it.
Ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος·
6
As for that night, let darkness seize upon it; let it not be joined unto the days of the year, let it not come into the number of the months.
καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
7
Lo, let that night be solitary, let no joyful voice come therein.
Ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονή·
8
Let them curse it that curse the day, who are ready to raise up their mourning.
Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
9
Let the stars of the twilight thereof be dark; let it look for light, but have none; neither let it see the dawning of the day:
Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα.
10
Because it shut not up the doors of my mother’s womb, nor hid sorrow from mine eyes.
Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
11
Why died I not from the womb? why did I not give up the ghost when I came out of the belly?
Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;
12
Why did the knees prevent me? or why the breasts that I should suck?
Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;
13
For now should I have lain still and been quiet, I should have slept: then had I been at rest,
νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην
14
With kings and counsellors of the earth, which built desolate places for themselves;
Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,
15
Or with princes that had gold, who filled their houses with silver:
ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου·
16
Or as an hidden untimely birth I had not been; as infants which never saw light.
Ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς·
17
There the wicked cease from troubling; and there the weary be at rest.
Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.
18
There the prisoners rest together; they hear not the voice of the oppressor.
Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.
19
The small and great are there; and the servant is free from his master.
Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
20
Wherefore is light given to him that is in misery, and life unto the bitter in soul;
Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς,
21
Which long for death, but it cometh not; and dig for it more than for hid treasures;
οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς,
22
Which rejoice exceedingly, and are glad, when they can find the grave?
περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι;
23
Why is light given to a man whose way is hid, and whom God hath hedged in?
Θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ Θεὸς κατʼ αὐτοῦ.
24
For my sighing cometh before I eat, and my roarings are poured out like the waters.
Πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
25
For the thing which I greatly feared is come upon me, and that which I was afraid of is come unto me.
Φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
26
I was not in safety, neither had I rest, neither was I quiet; yet trouble came.
Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή·