Ir al contenido
Bible Notetaker

Job 7

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
Is there not an appointed time to man upon earth? are not his days also like the days of an hireling?
Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
2
As a servant earnestly desireth the shadow, and as an hireling looketh for the reward of his work:
Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
3
So am I made to possess months of vanity, and wearisome nights are appointed to me.
Οὕτως κᾀγὼ ὑπέμεινα μῆνας κενοὺς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοι εἰσίν.
4
When I lie down, I say, When shall I arise, and the night be gone? and I am full of tossings to and fro unto the dawning of the day.
Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.
5
My flesh is clothed with worms and clods of dust; my skin is broken, and become loathsome.
Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
6
My days are swifter than a weaver’s shuttle, and are spent without hope.
Ὁ δὲ βίος μου ἔστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι.
7
O remember that my life is wind: mine eye shall no more see good.
Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
8
The eye of him that hath seen me shall see me no more: thine eyes are upon me, and I am not.
Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί·
9
As the cloud is consumed and vanisheth away: so he that goeth down to the grave shall come up no more.
Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκ ἔτι μὴ ἀναβῇ,
10
He shall return no more to his house, neither shall his place know him any more.
οὐδʼ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
11
Therefore I will not refrain my mouth; I will speak in the anguish of my spirit; I will complain in the bitterness of my soul.
Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12
Am I a sea, or a whale, that thou settest a watch over me?
Πότερον θάλασσα εἰμὶ ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν;
13
When I say, My bed shall comfort me, my couch shall ease my complaint;
Εἴπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου.
14
Then thou scarest me with dreams, and terrifiest me through visions:
Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις.
15
So that my soul chooseth strangling, and death rather than my life.
Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
16
I loathe it; I would not live alway: let me alone; for my days are vanity.
Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
17
What is man, that thou shouldest magnify him? and that thou shouldest set thine heart upon him?
Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;
18
And that thou shouldest visit him every morning, and try him every moment?
Ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ; καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
19
How long wilt thou not depart from me, nor let me alone till I swallow down my spittle?
Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου;
20
I have sinned; what shall I do unto thee, O thou preserver of men? why hast thou set me as a mark against thee, so that I am a burden to myself?
Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον;
21
And why dost thou not pardon my transgression, and take away mine iniquity? for now shall I sleep in the dust; and thou shalt seek me in the morning, but I shall not be.
Διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.