Ir al contenido
Bible Notetaker

Psalms 26

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

RVALXX
RVA
LXX
1
JÚZGAME, oh Jehová, porque yo en mi integridad he andado: confiado he asimismo en Jehová, no vacilaré.
Τοῦ Δαυὶδ, πρὸ τοῦ χρισθῆναι. Κύριος φωτισμός μου καὶ σώτηρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;
2
Pruébame, oh Jehová, y sondéame: examina mis riñones y mi corazón.
Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
3
Porque tu misericordia está delante de mis ojos, y en tu verdad ando.
Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιζω.
4
No me he sentado con hombres de falsedad; ni entré con los que andan encubiertamente.
Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.
5
Aborrecí la reunión de los malignos, y con los impíos nunca me senté.
Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκῆνης αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με,
6
Lavaré en inocencia mis manos, y andaré alrededor de tu altar, oh Jehová:
καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπʼ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ·
7
Para exclamar con voz de acción de gracias, y para contar todas tus maravillas.
Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα, ἐλέησόν με, καὶ εἰσάκουσόν μου.
8
Jehová, la habitación de tu casa he amado, y el lugar del tabernáculo de tu gloria.
Σοὶ εἶπεν ἡ καρδία μου, ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου Κύριε ζητήσω.
9
No juntes con los pecadores mi alma, ni con los hombres de sangres mi vida:
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ, μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἐγκαταλίπῃς με, καὶ μὴ ὑπερίδῃς με ὁ Θεὸς ὁ σωτήρ μου.
10
En cuyas manos está el mal, y su diestra está llena de sobornos.
Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.
11
Yo empero andaré en mi integridad: redímeme, y ten misericordia de mí.
Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
12
Mi pie ha estado en rectitud: en las congregaciones bendeciré á Jehová.
Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
13
—
Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
14
—
Ὑπόμεινον τὸν Κυριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.