Ir al contenido
Bible Notetaker

Tobit 4

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

Acerca de esta edición

La Septuaginta griega de Brenton incluye libros deuterocanónicos. Se conserva su numeración, incluido el Salmo 151 y Esdras–Nehemías en un solo libro. Los subversículos con letras se conservan dentro de su versículo. Las notas pertenecen a esta edición; los mismos números pueden corresponder a otros pasajes en otras ediciones.

Fuente del texto · eBible.org
LXXKJVA
LXX
KJVA
1
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβὶτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας.
In that day Tobit remembered the money which he had committed to Gabael in Rages of Media,
2
Καὶ εἶπεν ἐν ἑαυτῷ, ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω, πρὶν ἀποθανεῖν με;
And said with himself, I have wished for death; wherefore do I not call for my son Tobias that I may signify to him of the money before I die?
3
Καὶ καλέσας αὐτὸν, εἶπε, παιδίον, ἐὰν ἀποθάνω, θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ, καὶ μὴ λυπήσῃς αὐτήν.
And when he had called him, he said, My son, when I am dead, bury me; and despise not thy mother, but honour her all the days of thy life, and do that which shall please her, and grieve her not.
4
Μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρʼ ἐμοὶ ἐν ἑνὶ τάφῳ.
Remember, my son, that she saw many dangers for thee, when thou wast in her womb: and when she is dead, bury her by me in one grave.
5
Πάσας τὰς ἡμέρας, παιδίον, Κυρίου τοῦ Θεοῦ ἡμῶν μνημόνευε, καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας.
My son, be mindful of the Lord our God all thy days, and let not thy will be set to sin, or to transgress his commandments: do uprightly all thy life long, and follow not the ways of unrighteousness.
6
Διότι ποιουντός σου τὴν ἀλήθειαν, εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.
For if thou deal truly, thy doings shall prosperously succeed to thee, and to all them that live justly.
7
Ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ. Ὡς σοὶ ὑπάρχοι κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην. Θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης. Διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐᾴ εἰσελθεῖν εἰς τὸ σκότος. Δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου. Πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατέρος σου, διότι υἱοὶ προφητῶν ἐσμέν, Νῶε, Ἁβραάμ, Ἰσαάκ, Ἰακώβ. Οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν. Καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου, καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα· διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶ τοῦ λιμοῦ. Μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλʼ ἀπόδος αὐτῷ παρʼ αὐτίκα· ἐὰν δουλεύσῃς τῷ Θεῷ, ἀποδοθήσεταί σοι· πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου. Καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς· οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου. Ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην. Εκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς. Συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.
Give alms of thy substance; and when thou givest alms, let not thine eye be envious, neither turn thy face from any poor, and the face of God shall not be turned away from thee.
8
—
If thou hast abundance give alms accordingly: if thou have but a little, be not afraid to give according to that little:
9
—
For thou layest up a good treasure for thyself against the day of necessity.
10
—
Because that alms do deliver from death, and suffereth not to come into darkness.
11
—
For alms is a good gift unto all that give it in the sight of the most High.
12
—
Beware of all whoredom, my son, and chiefly take a wife of the seed of thy fathers, and take not a strange woman to wife, which is not of thy father’s tribe: for we are the children of the prophets, Noe, Abraham, Isaac, and Jacob: remember, my son, that our fathers from the beginning, even that they all married wives of their own kindred, and were blessed in their children, and their seed shall inherit the land.
13
—
Now therefore, my son, love thy brethren, and despise not in thy heart thy brethren, the sons and daughters of thy people, in not taking a wife of them: for in pride is destruction and much trouble, and in lewdness is decay and great want: for lewdness is the mother of famine.
14
—
Let not the wages of any man, which hath wrought for thee, tarry with thee, but give him it out of hand: for if thou serve God, he will also repay thee: be circumspect my son, in all things thou doest, and be wise in all thy conversation.
15
—
Do that to no man which thou hatest: drink not wine to make thee drunken: neither let drunkenness go with thee in thy journey.
16
—
Give of thy bread to the hungry, and of thy garments to them that are naked; and according to thine abundance give alms: and let not thine eye be envious, when thou givest alms.
17
—
Pour out thy bread on the burial of the just, but give nothing to the wicked.
18
—
Ask counsel of all that are wise, and despise not any counsel that is profitable.
19
Καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν Θεὸν, καὶ παρʼ αὐτοῦ αἴτησον, ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ σου εὐοδωθῶσι· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλὴν, ἀλλʼ αὐτὸς ὁ Κύριος δίδωσι πάντα τὰ ἀγαθὰ, καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ καθὼς βούλεται· καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
Bless the Lord thy God alway, and desire of him that thy ways may be directed, and that all thy paths and counsels may prosper: for every nation hath not counsel; but the Lord himself giveth all good things, and he humbleth whom he will, as he will; now therefore, my son, remember my commandments, neither let them be put out of thy mind.
20
Καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας.
And now I signify this to they that I committed ten talents to Gabael the son of Gabrias at Rages in Media.
21
Καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ, ἐὰν φοβηθῇς τὸν Θεὸν, καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας, καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
And fear not, my son, that we are made poor: for thou hast much wealth, if thou fear God, and depart from all sin, and do that which is pleasing in his sight.