La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
So when David was old and full of days, he made Solomon his son king over Israel.
Καὶ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀνθʼ αὐτοῦ ἐπὶ Ἰσραήλ.
2
And he gathered together all the princes of Israel, with the priests and the Levites.
καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας.
3
Now the Levites were numbered from the age of thirty years and upward: and their number by their polls, man by man, was thirty and eight thousand.
Καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.
4
Of which, twenty and four thousand were to set forward the work of the house of the Lord; and six thousand were officers and judges:
Ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι,
5
Moreover four thousand were porters; and four thousand praised the Lord with the instruments which I made, said David, to praise therewith.
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τώσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν ὀργάνοιν οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ κυρίῳ.
6
And David divided them into courses among the sons of Levi, namely, Gershon, Kohath, and Merari.
καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευῖ, τῷ Γεδσών, Καάθ, καὶ Μαραρί·
7
Of the Gershonites were, Laadan, and Shimei.
καὶ τῷ Γεδσὼν, Ἐδὰν, καὶ Σεμεΐ.
8
The sons of Laadan; the chief was Jehiel, and Zetham, and Joel, three.
γἱοὶ τῷ Ἐδάν, ἄρχων Ἰεϊὴλ, καὶ Ζηθὸμ, καὶ Ἰωήλ, καὶ τρεῖς.
9
The sons of Shimei; Shelomith, and Haziel, and Haran, three. These were the chief of the fathers of Laadan.
γἱοὶ Σεμεῒ, Σαλωμὶθ, Ἰεϊὴλ, καὶ Δὰν, τρεῖς· οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν·
10
And the sons of Shimei were, Jahath, Zina, and Jeush, and Beriah. These four were the sons of Shimei.
καὶ τοῖς υἱοῖς Σεμεΐ· Ἰὲθ, καὶ Ζιζὰ, καὶ Ἰῶας, καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ, τέσσαρες.
11
And Jahath was the chief, and Zizah the second: but Jeush and Beriah had not many sons; therefore they were in one reckoning, according to their father’s house.
καὶ ἦν Ἰὲθ ὁ ἄρχων· καὶ Ζιζὰ ὁ δεύτερος· καὶ Ἰωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς, καὶ ἐγένετο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.
12
The sons of Kohath; Amram, Izhar, Hebron, and Uzziel, four.
γἱοὶ Καάθ, Ἀμβρὰμ, Ἰσαάρ, Χεβρών, Ὀζιὴλ, τέσσαρες.
13
The sons of Amram; Aaron and Moses: and Aaron was separated, that he should sanctify the most holy things, he and his sons for ever, to burn incense before the Lord, to minister unto him, and to bless in his name for ever.
γἱοὶ Ἀμβρὰμ, Ἀαρὼν καὶ Μωυσῆς· καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾷν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.
14
Now concerning Moses the man of God, his sons were named of the tribe of Levi.
Καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί.
15
The sons of Moses were, Gershom, and Eliezer.
γἱοὶ Μωυσῆ, Γηρσὰμ, καὶ Ἐλιέζερ.
16
Of the sons of Gershom, Shebuel was the chief.
γἱοὶ Γηρσὰμ, Σουβαὴλ ὁ ἄρχων.
17
And the sons of Eliezer were, Rehabiah the chief. And Eliezer had none other sons; but the sons of Rehabiah were very many.
Καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ, Ῥαβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ἐλιέζερ υἱοὶ ἕτεροι· καὶ υἱοὶ Ῥαβιὰ ηὐξήθησαν εἰς ὕψος.
18
Of the sons of Izhar; Shelomith the chief.
γἱοὶ Ἰσαάρ, Σαλωμὼθ ὁ ἄρχων.
19
Of the sons of Hebron; Jeriah the first, Amariah the second, Jahaziel the third, and Jekameam the fourth.
γἱοὶ Χεβρὼν, Ἰεριὰ ὁ ἄρχων, Ἀμαριὰ ὁ δεύτερος, Ἱεζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος.
20
Of the sons of Uzziel; Michah the first, and Jesiah the second.
γἱοὶ Ὀζιὴλ, Μιχὰ ὁ ἄρχων, καὶ Ἰσιὰ ὁ δεύτερος.
21
The sons of Merari; Mahli, and Mushi. The sons of Mahli; Eleazar, and Kish.
γἱοὶ Μεραρί, Μοολὶ καὶ Ὁ Μουσί· υἱοὶ Μοολὶ, Ἐλεαζαρ, καὶ Κείς. καὶ Κίς.
22
And Eleazar died, and had no sons, but daughters: and their brethren the sons of Kish took them.
Καὶ ἀπέθανεν Ἐλεάζαρ· καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ, ἀλλʼ ἢ θυγατέρες· καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν.
23
The sons of Mushi; Mahli, and Eder, and Jeremoth, three.
Υἱοὶ Μουσὶ, Μοολὶ, καὶ Ἐδὲρ, καὶ Ἰαριμὼθ, τρεῖς.
24
These were the sons of Levi after the house of their fathers; even the chief of the fathers, as they were counted by number of names by their polls, that did the work for the service of the house of the Lord, from the age of twenty years and upward.
Οὗτοι υἱοὶ Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργείας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.
25
For David said, The Lord God of Israel hath given rest unto his people, that they may dwell in Jerusalem for ever:
Ὅτι εἶπε Δαυὶδ, κατέπαυσε Κύριος ὁ Θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἱερουσαλὴμ ἕως αἰῶνος.
26
And also unto the Levites; they shall no more carry the tabernacle, nor any vessels of it for the service thereof.
Καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργείαν αὐτῆς·
27
For by the last words of David the Levites were numbered from twenty years old and above:
Ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω·
28
Because their office was to wait on the sons of Aaron for the service of the house of the Lord, in the courts, and in the chambers, and in the purifying of all holy things, and the work of the service of the house of God;
Ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ Ἀαρὼν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς, καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργείας οἴκου τοῦ Θεοῦ,
29
Both for the shewbread, and for the fine flour for meat offering, and for the unleavened cakes, and for that which is baked in the pan, and for that which is fried, and for all manner of measure and size;
καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως, καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον,
30
And to stand every morning to thank and praise the Lord, and likewise at even;
καὶ τοῦ στῆναι πρωῒ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ οὕτω τοεσπέρας·
31
And to offer all burnt sacrifices unto the Lord in the sabbaths, in the new moons, and on the set feasts, by number, according to the order commanded unto them, continually before the Lord:
Καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμὸν, κατὰ τὴν κρίσιν ἐπʼ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ.
32
And that they should keep the charge of the tabernacle of the congregation, and the charge of the holy place, and the charge of the sons of Aaron their brethren, in the service of the house of the Lord.
Καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὴν φυλακὴν τοῦ ἁγίου, καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.