Ir al contenido
Bible Notetaker

1 Kings 5

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

RVALXX
RVA
LXX
1
HIRAM rey de Tiro envió también sus siervos á Salomón, luego que oyó que lo habían ungido por rey en lugar de su padre: porque Hiram había siempre amado á David.
Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὕτως τῷ βσαιλεῖ Σαλωμών· καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον. Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
2
Entonces Salomón envió á decir á Hiram:
Καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμών· ἐν ἡμέρᾳ μιᾷ τριάκοντα κόροι σεμιδάλεως, καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου,
3
Tú sabes como mi padre David no pudo edificar casa al nombre de Jehová su Dios, por las guerras que le cercaron, hasta que Jehová puso sus enemigos bajo las plantas de sus pies.
καὶ δέκα μόσχοι ἐκλεκτοὶ, καὶ εἴκοσι βόες νομάδες, καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων, καὶ δορκάδων ἐκλεκτῶν σιτευτά.
4
Ahora Jehová mi Dios me ha dado reposo por todas partes; que ni hay adversarios, ni mal encuentro.
Ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
5
Yo por tanto he determinado ahora edificar casa al nombre de Jehová mi Dios, como Jehová lo habló á David mi padre, diciendo: Tu hijo, que yo pondré en lugar tuyo en tu trono, él edificará casa á mi nombre.
—
6
Manda pues ahora que me corten cedros del Líbano; y mis siervos estarán con los tuyos, y yo te daré por tus siervos el salario que tú dijeres: porque tú sabes bien que ninguno hay entre nosotros que sepa labrar la madera como los Sidonios.
—
7
Y como Hiram oyó las palabras de Salomón, holgóse en gran manera, y dijo: Bendito sea hoy Jehová, que dió hijo sabio á David sobre este pueblo tan grande.
—
8
Y envió Hiram á decir á Salomón: He oído lo que me mandaste á decir: yo haré todo lo que te pluguiere acerca de la madera de cedro, y la madera de haya.
—
9
Mis siervos la llevarán desde el Líbano á la mar; y yo la pondré en balsas por la mar hasta el lugar que tú me señalares, y allí se desatará, y tú la tomarás: y tú harás mi voluntad en dar de comer á mi familia.
Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
10
Dió pues Hiram á Salomón madera de cedro y madera de haya todo lo que quiso.
Καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
11
Y Salomón daba á Hiram veinte mil coros de trigo para el sustento de su familia, y veinte coros de aceite limpio: esto daba Salomón á Hiram cada un año.
Καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους· καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρίτην, καὶ τὸν Αἰνὰν, καὶ τὸν Χαλκὰδ καὶ Δαράλα υἱοὺς Μάλ.
12
Dió pues Jehová á Salomón sabiduría como le había dicho: y hubo paz entre Hiram y Salomón, é hicieron alianza entre ambos.
Καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολὰς, καὶ ἦσαν ᾠδαι αὐτοῦ πεντακισχίλιαι.
13
Y el rey Salomón impuso tributo á todo Israel, y el tributo fué de treinta mil hombres:
Καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ, καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.
14
Los cuales enviaba al Líbano de diez mil en diez mil, cada mes por su turno, viniendo así á estar un mes en el Líbano, y dos meses en sus casas: y Adoniram estaba sobre aquel tributo.
Καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών· καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ· Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὸ τεῖχος Ἱερουσαλήμ· τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γαζὲρ, καὶ ἐνεπύρισεν αὐτὴν, καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών· καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.
15
Tenía también Salomón setenta mil que llevaban las cargas, y ochenta mil cortadores en el monte;
Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας.
16
Sin los principales oficiales de Salomón que estaban sobre la obra, tres mil y trescientos, los cuales tenían cargo del pueblo que hacía la obra.
Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ, λέγων,
17
Y mandó el rey que trajesen grandes piedras, piedras de precio, para los cimientos de la casa, y piedras labradas.
Σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ, ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν, ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
18
Y los albañiles de Salomón y los de Hiram, y los aparejadores, cortaron y aparejaron la madera y la cantería para labrar la casa.
Καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν, οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.
19
—
Καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων, ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
20
—
Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας, ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
21
—
Καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμὼν, ἐχάρη σφόδρα, καὶ εἶπεν, εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
22
—
Καὶ ἀπέστειλε πρὸς Σαλωμὼν, λέγων, ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου· ξύλα κέδρινα καὶ πεύκινα
23
—
οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας, ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μὲ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
24
—
Καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ.
25
—
Καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ, καὶ εἴκος χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατʼ ἐνιαυτόν.
26
—
Καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμὼν καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀναμέσον Χιρὰμ καὶ ἀναμέσον Σαλωμὼν, καὶ διέθεντο διαθήκην ἀναμέσον αὐτῶν.
27
—
Καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ἰσραὴλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν.
28
—
Καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνὶ ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ, καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου.
29
—
Καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει,
30
—
χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.
32
—
Καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.