La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
And it came to pass, after the year was expired, at the time when kings go forth to battle, that David sent Joab, and his servants with him, and all Israel; and they destroyed the children of Ammon, and besieged Rabbah. But David tarried still at Jerusalem.
Καὶ ἐγένετο, ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ, καὶ τοὺς παῖδας αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸν πάντα Ἰσραὴλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμών· καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.
2
And it came to pass in an eveningtide, that David arose from off his bed, and walked upon the roof of the king’s house: and from the roof he saw a woman washing herself; and the woman was very beautiful to look upon.
Καὶ ἐγένετο πρὸς ἑσπέραν, καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.
3
And David sent and enquired after the woman. And one said, Is not this Bath–sheba, the daughter of Eliam, the wife of Uriah the Hittite?
Καὶ ἀπέστειλε Δαυὶδ, καὶ ἐζήτησε τὴν γυναῖκα, καὶ εἶπεν, οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;
4
And David sent messengers, and took her; and she came in unto him, and he lay with her; for she was purified from her uncleanness: and she returned unto her house.
Καὶ ἀπέστειλεν Δαυὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
5
And the woman conceived, and sent and told David, and said, I am with child.
Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ, καὶ εἶπεν, ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.
6
And David sent to Joab, saying, Send me Uriah the Hittite. And Joab sent Uriah to David.
Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ.
7
And when Uriah was come unto him, David demanded of him how Joab did, and how the people did, and how the war prospered.
Καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ, καὶ εἰς εἰρήνην τοῦ λαοῦ, καὶ εἰς εἰρήνην τοῦ πολέμου.
8
And David said to Uriah, Go down to thy house, and wash thy feet. And Uriah departed out of the king’s house, and there followed him a mess of meat from the king.
Καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ, Κατάβηθι εἰς τὸν οἶκόν σου, καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.
9
But Uriah slept at the door of the king’s house with all the servants of his lord, and went not down to his house.
Καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.
10
And when they had told David, saying, Uriah went not down unto his house, David said unto Uriah, Camest thou not from thy journey? why then didst thou not go down unto thine house?
Καὶ ἀνήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι Οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ· καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;
11
And Uriah said unto David, The ark, and Israel, and Judah, abide in tents; and my lord Joab, and the servants of my lord, are encamped in the open fields; shall I then go into mine house, to eat and to drink, and to lie with my wife? as thou livest, and as thy soul liveth, I will not do this thing.
Καὶ εἶπεν Οὐρίας πρὸς Δαυὶδ, ἡ κιβωτὸς, καὶ Ἰσραὴλ, καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ, καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν, καὶ πιεῖν, καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.
12
And David said to Uriah, Tarry here to day also, and to morrow I will let thee depart. So Uriah abode in Jerusalem that day, and the morrow.
Καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.
13
And when David had called him, he did eat and drink before him; and he made him drunk: and at even he went out to lie on his bed with the servants of his lord, but went not down to his house.
Καὶ ἐκάλεσεν αὐτὸν Δαυὶδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ, καὶ ἔπιε, καὶ ἐμέθυσεν αὐτὸν, καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.
14
And it came to pass in the morning, that David wrote a letter to Joab, and sent it by the hand of Uriah.
Καὶ ἐγένετο πρωῒ, καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου.
15
And he wrote in the letter, saying, Set ye Uriah in the forefront of the hottest battle, and retire ye from him, that he may be smitten, and die.
Καὶ ἔγραψεν ἐν βιβλίῳ, λέγων, εἰσάγαγε τὸν Οὐρίαν ἐξεναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.
16
And it came to pass, when Joab observed the city, that he assigned Uriah unto a place where he knew that valiant men were.
Καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν, καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.
17
And the men of the city went out, and fought with Joab: and there fell some of the people of the servants of David; and Uriah the Hittite died also.
Καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυὶδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος.
18
Then Joab sent and told David all the things concerning the war;
Καὶ ἀπέστειλεν Ἰωὰβ, καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα·
19
And charged the messenger, saying, When thou hast made an end of telling the matters of the war unto the king,
καὶ ἐνετείλατο τῷ ἀγγέλῳ, λέγων, ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα,
20
And if so be that the king’s wrath arise, and he say unto thee, Wherefore approached ye so nigh unto the city when ye did fight? knew ye not that they would shoot from the wall?
καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι, τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους;
21
Who smote Abimelech the son of Jerubbesheth? did not a woman cast a piece of a millstone upon him from the wall, that he died in Thebez? why went ye nigh the wall? then say thou, Thy servant Uriah the Hittite is dead also.
Τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔῤῥιψε κλάσμα μύλου ἐπʼ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.
22
So the messenger went, and came and shewed David all that Joab had sent him for.
Καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλὴμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ, πάντα τὰ ῥήματα τοῦ πολέμου· καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ, καὶ εἶπε πρὸς τὸν ἄγγελον, ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔῤῥιψεν ἐπʼ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος;
23
And the messenger said unto David, Surely the men prevailed against us, and came out unto us into the field, and we were upon them even unto the entering of the gate.
Καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ, ὅτι ἐκραταίωσαν ἐφʼ ἡμᾶς οἱ ἄνδρες, καὶ ἐξῆλθον ἐφʼ ἡμᾶς εἰς τὸν ἀγρὸν, καὶ ἐγενήθημεν ἐπʼ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης.
24
And the shooters shot from off the wall upon thy servants; and some of the king’s servants be dead, and thy servant Uriah the Hittite is dead also.
Καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.
25
Then David said unto the messenger, Thus shalt thou say unto Joab, Let not this thing displease thee, for the sword devoureth one as well as another: make thy battle more strong against the city, and overthrow it: and encourage thou him.
Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον, τάδε ἐρεῖς πρὸς Ἰωάβ, μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰν τὴν πόλιν, καὶ κατάσπασον αὐτὴν, καὶ κραταίωσον αὐτήν.
26
And when the wife of Uriah heard that Uriah her husband was dead, she mourned for her husband.
Καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.
27
And when the mourning was past, David sent and fetched her to his house, and she became his wife, and bare him a son. But the thing that David had done displeased the Lord.
Καὶ διῆλθε τὸ πένθος, καὶ ἀπέστειλεν Δαυὶδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησε Δαυὶδ ἐν ὀφθαλμοῖς Κυρίου.