Ir al contenido
Bible Notetaker

2 Samuel 23

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
Now these be the last words of David. David the son of Jesse said, and the man who was raised up on high, the anointed of the God of Jacob, and the sweet psalmist of Israel, said,
Πιστὸς Δαυὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησε Κύριος ἐπὶ χριστὸν Θεοῦ Ἰακὼβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.
2
The Spirit of the Lord spake by me, and his word was in my tongue.
Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου.
3
The God of Israel said, the Rock of Israel spake to me, He that ruleth over men must be just, ruling in the fear of God.
Λέγει ὁ Θεὸς Ἰσραὴλ, ἐμοὶ ἐλάλησε φύλαξ ἐξ Ἰσραὴλ παραβολήν· εἶπὸν ἐν ἀνθρώπῳ, πῶς κραταιώσητε φόβον χριστοῦ;
4
And he shall be as the light of the morning, when the sun riseth, even a morning without clouds; as the tender grass springing out of the earth by clear shining after rain.
Καὶ ἐν φωτὶ Θεοῦ πρωΐας, ἀνατείλαι ἥλιος τοπρωῒ, οὗ Κύριος παρῆλθεν ἐκ φέγγους, καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.
5
Although my house be not so with God; yet he hath made with me an everlasting covenant, ordered in all things, and sure: for this is all my salvation, and all my desire, although he make it not to grow.
Οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ, διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην· ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.
6
But the sons of Belial shall be all of them as thorns thrust away, because they cannot be taken with hands:
Ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὗτοι, ὅτι οὐ χειρὶ ληφθήσονται,
7
But the man that shall touch them must be fenced with iron and the staff of a spear; and they shall be utterly burned with fire in the same place.
καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου, καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ καυθήσονται αἰσχύνην αὐτῶν.
8
These be the names of the mighty men whom David had: The Tachmonite that sat in the seat, chief among the captains; the same was Adino the Eznite: he lift up his spear against eight hundred, whom he slew at one time.
Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυίδ· Ἰεβοσθὲ ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδινὼν ὁ Ἀσωναῖος, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ.
9
And after him was Eleazar the son of Dodo the Ahohite, one of the three mighty men with David, when they defied the Philistines that were there gathered together to battle, and the men of Israel were gone away:
Καὶ μετʼ αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Δουδὶ τοῦ ἐν τοῖς τρισὶ δυνατοῖς μετὰ Δαυίδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις, συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησεν ἀνὴρ Ἰσραήλ.
10
He arose, and smote the Philistines until his hand was weary, and his hand clave unto the sword: and the Lord wrought a great victory that day; and the people returned after him only to spoil.
Αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ, καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.
11
And after him was Shammah the son of Agee the Hararite. And the Philistines were gathered together into a troop, where was a piece of ground full of lentiles: and the people fled from the Philistines.
Καὶ μετʼ αὐτὸν Σαμαΐα υἱὸς Ἄσα ὁ Ἀρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία· καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ· καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων.
12
But he stood in the midst of the ground, and defended it, and slew the Philistines: and the Lord wrought a great victory.
Καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους· καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
13
And three of the thirty chief went down, and came to David in the harvest time unto the cave of Adullam: and the troop of the Philistines pitched in the valley of Rephaim.
Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα, καὶ κατέβησαν εἰς Κασὼν πρὸς Δαυὶδ, εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαΐν.
14
And David was then in an hold, and the garrison of the Philistines was then in Beth–lehem.
Καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστεμα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
15
And David longed, and said, Oh that one would give me drink of the water of the well of Beth–lehem, which is by the gate!
Καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε, τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
16
And the three mighty men brake through the host of the Philistines, and drew water out of the well of Beth–lehem, that was by the gate, and took it, and brought it to David: nevertheless he would not drink thereof, but poured it out unto the Lord.
Καὶ διέῤῥηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων, καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ· καὶ ἔλαβαν, καὶ παρεγένοντο πρὸς Δαυίδ, καὶ οὐκ ἡθέλησε πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ.
17
And he said, Be it far from me, O Lord, that I should do this: is not this the blood of the men that went in jeopardy of their lives? therefore he would not drink it. These things did these three mighty men.
Καὶ εἶπεν, ἵλεώς μοι Κύριε τοῦ ποιῆσαι τοῦτο, εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι· καὶ οὐκ ἠθέλησε πιεῖν αὐτό. Ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
18
And Abishai, the brother of Joab, the son of Zeruiah, was chief among three. And he lifted up his spear against three hundred, and slew them, and had the name among three.
Καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς Ἰωάβ υἱὸς Σαρουίας αὐτὸς ἄρχων ἐν τοῖς τρισὶ, καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν.
19
Was he not most honourable of three? therefore he was their captain: howbeit he attained not unto the first three.
Ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε.
20
And Benaiah the son of Jehoiada, the son of a valiant man, of Kabzeel, who had done many acts, he slew two lionlike men of Moab: he went down also and slew a lion in the midst of a pit in time of snow:
Καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις, ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάταξε τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτός κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος.
21
And he slew an Egyptian, a goodly man: and the Egyptian had a spear in his hand; but he went down to him with a staff, and plucked the spear out of the Egyptian’s hand, and slew him with his own spear.
Αὐτὸς ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥἀβδῳ, καὶ ἥρπασε τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
22
These things did Benaiah the son of Jehoiada, and had the name among three mighty men.
Ταῦτα ἐποίησε Βαναίας υἱὸν Ἰωδαὲ, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς,
23
He was more honourable than the thirty, but he attained not to the first three. And David set him over his guard.
ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθε· καὶ ἔταξεν αὐτὸν Δαυὶδ πρὸς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυὶδ τοῦ βασιλέως.
24
Asahel the brother of Joab was one of the thirty; Elhanan the son of Dodo of Beth–lehem,
Ἀσαὴλ ἀδελφὸς Ἰωάβ· οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδὶ πατραδέλφου αὐτοῦ ἐν Βηθλεέμ·
25
Shammah the Harodite, Elika the Harodite,
Σαιμὰ ὁ Ῥουδαῖος·
26
Helez the Paltite, Ira the son of Ikkesh the Tekoite,
Σελλὴς ὁ Κελωθί· Ἴρας υἱὸς Ἴσκα ὁ Θεκωΐτης·
27
Abiezer the Anethothite, Mebunnai the Hushathite,
Ἀβιέζερ ὁ Ἀνωθίτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθίτου·
28
Zalmon the Ahohite, Maharai the Netophathite,
Ἐλλὼν ὁ Ἀωΐτης· Νοερὲ ὁ Νετωφατίτης·
29
Heleb the son of Baanah, a Netophathite, Ittai the son of Ribai out of Gibeah of the children of Benjamin,
Ἐσθαὶ υἱὸς Ῥιβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμὶν τοῦ Ἐφραθαίου· Ἀσμὼθ ὁ Βαρδιαμίτης·
30
Benaiah the Pirathonite, Hiddai of the brooks of Gaash,
—
31
Abi–albon the Arbathite, Azmaveth the Barhumite,
—
32
Eliahba the Shaalbonite, of the sons of Jashen, Jonathan,
Ἐμασοὺ ὁ Σαλαβωνίτης· υἱοὶ Ἀσάν, Ἰωνάθαν·
33
Shammah the Hararite, Ahiam the son of Sharar the Hararite,
Σαμνὰν ὁ Ἁρωδίτης· Ἀμνὰν υἱὸς Ἀραῒ Σαραουρίτης·
34
Eliphelet the son of Ahasbai, the son of the Maachathite, Eliam the son of Ahithophel the Gilonite,
Ἀλιφαλὲθ υἱὸς τοῦ Ἀσβίτου, υἱὸς τοῦ Μαχαχαχί· Ἐλιὰβ υἱὸς Ἀχιτόφελ τοῦ Γελωνίτου·
35
Hezrai the Carmelite, Paarai the Arbite,
Ἀσαραῒ ὁ Καρμήλιος τοῦ Οὐραιοερχί·
36
Igal the son of Nathan of Zobah, Bani the Gadite,
Γάαλ υἱὸς Ναθανά· πολυδυνάμεως υἱὸς Γαλααδδί·
37
Zelek the Ammonite, Naharai the Beerothite, armourbearer to Joab the son of Zeruiah,
Ἐλιὲ ὁ Ἀμμανίτης· Ἁδροὶ ἀπὸ χειμάῤῥων· Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου· Γελωρὲ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη· Ἰωὰβ υἱὸς Σαρουίας·
38
Ira an Ithrite, Gareb an Ithrite,
Ἴρας ὁ Ἐθιραῖος· Γηρὰβ ὁ Ἐθεναῖος·
39
Uriah the Hittite: thirty and seven in all.
Οὐρίας ὁ Χετταῖος· οἱ πάντες τριάκοντα καὶ ἑπτά.