La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
Belshazzar the king made a great feast to a thousand of his lords, and drank wine before the thousand.
Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος,
2
Belshazzar, whiles he tasted the wine, commanded to bring the golden and silver vessels which his father Nebuchadnezzar had taken out of the temple which was in Jerusalem; that the king, and his princes, his wives, and his concubines, might drink therein.
καὶ πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ.
3
Then they brought the golden vessels that were taken out of the temple of the house of God which was at Jerusalem; and the king, and his princes, his wives, and his concubines, drank in them.
Καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ.
4
They drank wine, and praised the gods of gold, and of silver, of brass, of iron, of wood, and of stone.
Ἔπινον οἶνον· καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους.
5
In the same hour came forth fingers of a man’s hand, and wrote over against the candlestick upon the plaister of the wall of the king’s palace: and the king saw the part of the hand that wrote.
Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης.
6
Then the king’s countenance was changed, and his thoughts troubled him, so that the joints of his loins were loosed, and his knees smote one against another.
Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.
7
The king cried aloud to bring in the astrologers, the Chaldeans, and the soothsayers. And the king spake, and said to the wise men of Babylon, Whosoever shall read this writing, and shew me the interpretation thereof, shall be clothed with scarlet, and have a chain of gold about his neck, and shall be the third ruler in the kingdom.
Καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ, τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς· καὶ εἶπε τοῖς σοφοῖς Βαβυλῶνος, ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην, καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει.
8
Then came in all the king’s wise men: but they could not read the writing, nor make known to the king the interpretation thereof.
Καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως, καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ.
9
Then was king Belshazzar greatly troubled, and his countenance was changed in him, and his lords were astonied.
Καὶ ὁ βασιλεὺς Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐν αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο.
10
Now the queen, by reason of the words of the king and his lords, came into the banquet house: and the queen spake and said, O king, live for ever: let not thy thoughts trouble thee, nor let thy countenance be changed:
Καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου, καὶ εἶπε, βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω.
11
There is a man in thy kingdom, in whom is the spirit of the holy gods; and in the days of thy father light and understanding and wisdom, like the wisdom of the gods, was found in him; whom the king Nebuchadnezzar thy father, the king, I say, thy father, made master of the magicians, astrologers, Chaldeans, and soothsayers;
Ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα Θωοῦ· καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου, γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν, κατέστησεν αὐτὸν,
12
Forasmuch as an excellent spirit, and knowledge, and understanding, interpreting of dreams, and shewing of hard sentences, and dissolving of doubts, were found in the same Daniel, whom the king named Belteshazzar: now let Daniel be called, and he will shew the interpretation.
ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ φρόνησις καὶ σύνεσις ἐν αὐτῷ, συγκρίνων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ λύων συνδέσμους, Δανιήλ· καὶ ὁ βασιλεὺς ἐπέθηκεν ὄνομα αὐτῷ, Βαλτάσαρ· νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι.
13
Then was Daniel brought in before the king. And the king spake and said unto Daniel, Art thou that Daniel, which art of the children of the captivity of Judah, whom the king my father brought out of Jewry?
Τότε Δανιὴλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ, σὺ εἶ Δανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου;
14
I have even heard of thee, that the spirit of the gods is in thee, and that light and understanding and excellent wisdom is found in thee.
Ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα Θεοῦ ἐν σοί, καὶ γρηγόρησις, καὶ σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί.
15
And now the wise men, the astrologers, have been brought in before me, that they should read this writing, and make known unto me the interpretation thereof: but they could not shew the interpretation of the thing:
Καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοὶ, μάγοι, γαζαρηνοὶ, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι, καὶ τὴν σύγκρισιν γνωρίσωσί μοι, καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι.
16
And I have heard of thee, that thou canst make interpretations, and dissolve doubts: now if thou canst read the writing, and make known to me the interpretation thereof, thou shalt be clothed with scarlet, and have a chain of gold about thy neck, and shalt be the third ruler in the kingdom.
Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τῷ τραχήλῳ σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.
17
Then Daniel answered and said before the king, Let thy gifts be to thyself, and give thy rewards to another; yet I will read the writing unto the king, and make known to him the interpretation.
Καὶ εἶπε Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δὸς, ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι,
18
O thou king, the most high God gave Nebuchadnezzar thy father a kingdom, and majesty, and glory, and honour:
βασιλεῦ· ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου·
19
And for the majesty that he gave him, all people, nations, and languages, trembled and feared before him: whom he would he slew; and whom he would he kept alive; and whom he would he set up; and whom he would he put down.
Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου.
20
But when his heart was lifted up, and his mind hardened in pride, he was deposed from his kingly throne, and they took his glory from him:
Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ,
21
And he was driven from the sons of men; and his heart was made like the beasts, and his dwelling was with the wild asses: they fed him with grass like oxen, and his body was wet with the dew of heaven; till he knew that the most high God ruled in the kingdom of men, and that he appointeth over it whomsoever he will.
καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.
22
And thou his son, O Belshazzar, hast not humbled thine heart, though thou knewest all this;
Καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ· οὐ πάντα ταῦτα ἔγνως;
23
But hast lifted up thyself against the Lord of heaven; and they have brought the vessels of his house before thee, and thou, and thy lords, thy wives, and thy concubines, have drunk wine in them; and thou hast praised the gods of silver, and gold, of brass, iron, wood, and stone, which see not, nor hear, nor know: and the God in whose hand thy breath is, and whose are all thy ways, hast thou not glorified:
Καὶ ἐπὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παλλακαί σου, καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οἳ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας.
24
Then was the part of the hand sent from him; and this writing was written.
Διατοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε.
25
And this is the writing that was written, MENE, MENE, TEKEL, UPHARSIN.
Καὶ αὕτη ἡ γραφὴ ἐντεταγμένη, Μανὴ, Θεκὲλ, Φάρες.
26
This is the interpretation of the thing: MENE; God hath numbered thy kingdom, and finished it.
Τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· Μανὴ, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν.
27
TEKEL; Thou art weighed in the balances, and art found wanting.
Θεκὲλ, ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστεροῦσα.
28
PERES; Thy kingdom is divided, and given to the Medes and Persians.
Φάρες, διήρηται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις.
29
Then commanded Belshazzar, and they clothed Daniel with scarlet, and put a chain of gold about his neck, and made a proclamation concerning him, that he should be the third ruler in the kingdom.
Καὶ εἶπε Βαλτάσαρ, καὶ ἐνέδυσαν τον Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξε περὶ αὐτοῦ, εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.
30
In that night was Belshazzar the king of the Chaldeans slain.
Ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ Χαλδαῖος,
31
And Darius the Median took the kingdom, being about threescore and two years old.
—