La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
And the Lord visited Sarah as he had said, and the Lord did unto Sarah as he had spoken.
Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε· καὶ ἐποίησε Κύριος τῇ Σάῥῥᾳ, καθὰ ἐλάλησε.
2
For Sarah conceived, and bare Abraham a son in his old age, at the set time of which God had spoken to him.
Καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος.
3
And Abraham called the name of his son that was born unto him, whom Sarah bare to him, Isaac.
Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ·
4
And Abraham circumcised his son Isaac being eight days old, as God had commanded him.
Περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.
5
And Abraham was an hundred years old, when his son Isaac was born unto him.
Καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ηνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
6
And Sarah said, God hath made me to laugh, so that all that hear will laugh with me.
Εἶπε δὲ Σάῤῥα, γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι.
7
And she said, Who would have said unto Abraham, that Sarah should have given children suck? for I have born him a son in his old age.
Καὶ εἶπε τίς ἀναγγελεῖ τῷ Ἁβραὰμ ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
8
And the child grew, and was weaned: and Abraham made a great feast the same day that Isaac was weaned.
Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεκγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
9
And Sarah saw the son of Hagar the Egyptian, which she had born unto Abraham, mocking.
Ἰδοῦσα δὲ Σάῥῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς,
10
Wherefore she said unto Abraham, Cast out this bondwoman and her son: for the son of this bondwoman shall not be heir with my son, even with Isaac.
καὶ εἶπε τῷ Ἁβραὰμ, ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
11
And the thing was very grievous in Abraham’s sight because of his son.
Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐνατίον Ἁβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
12
And God said unto Abraham, Let it not be grievous in thy sight because of the lad, and because of thy bondwoman; in all that Sarah hath said unto thee, hearken unto her voice; for in Isaac shall thy seed be called.
Εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραὰμ, μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου, καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
13
And also of the son of the bondwoman will I make a nation, because he is thy seed.
Καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ὅτι σπέρμα σόν ἐστιν.
14
And Abraham rose up early in the morning, and took bread, and a bottle of water, and gave it unto Hagar, putting it on her shoulder, and the child, and sent her away: and she departed, and wandered in the wilderness of Beer–sheba.
Ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν τῇ Ἄγαρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον αὐτῆς τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν· Ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.
15
And the water was spent in the bottle, and she cast the child under one of the shrubs.
Ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκου· καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης·
16
And she went, and sat her down over against him a good way off, as it were a bowshot: for she said, Let me not see the death of the child. And she sat over against him, and lift up her voice, and wept.
Ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν, ὡσεὶ τόξου βολήν· εἶπε γὰρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ· ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.
17
And God heard the voice of the lad; and the angel of God called to Hagar out of heaven, and said unto her, What aileth thee, Hagar? fear not; for God hath heard the voice of the lad where he is.
Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ, τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἐστιν.
18
Arise, lift up the lad, and hold him in thine hand; for I will make him a great nation.
Ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.
19
And God opened her eyes, and she saw a well of water; and she went, and filled the bottle with water, and gave the lad drink.
Καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ εἶδε φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος, καὶ ἐπότισε τὸ παιδίον.
20
And God was with the lad; and he grew, and dwelt in the wilderness, and became an archer.
Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου· καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· ἐγένετο δὲ τοξότης.
21
And he dwelt in the wilderness of Paran: and his mother took him a wife out of the land of Egypt.
Καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ Φαρὰν Αἰγύπτου.
22
And it came to pass at that time, that Abimelech and Phichol the chief captain of his host spake unto Abraham, saying, God is with thee in all that thou doest:
Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, πρὸς Ἁβραὰμ, λέγων, ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς.
23
Now therefore swear unto me here by God that thou wilt not deal falsely with me, nor with my son, nor with my son’s son: but according to the kindness that I have done unto thee, thou shalt do unto me, and to the land wherein thou hast sojourned.
Νῦν οὖν ὄμοσόν μοι τὸν Θεὸν μὴ ἀδικήσειν με, μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετʼ ἐμοῦ, καὶ τῇ γᾗ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.
24
And Abraham said, I will swear.
Καὶ εἶπεν Ἁβραὰμ, ἐγὼ ὀμοῦμαι.
25
And Abraham reproved Abimelech because of a well of water, which Abimelech’s servants had violently taken away.
Καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.
26
And Abimelech said, I wot not who hath done this thing: neither didst thou tell me, neither yet heard I of it, but to day.
Καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ, οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο· οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλʼ ἢ σήμερον.
27
And Abraham took sheep and oxen, and gave them unto Abimelech; and both of them made a covenant.
Καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην.
28
And Abraham set seven ewe lambs of the flock by themselves.
Καὶ ἔστησεν Ἁβραὰμ, ἑπτὰ ἀμνάδας προβάτων μόνας.
29
And Abimelech said unto Abraham, What mean these seven ewe lambs which thou hast set by themselves?
Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραὰμ, τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
30
And he said, For these seven ewe lambs shalt thou take of my hand, that they may be a witness unto me, that I have digged this well.
Καὶ εἶπεν Ἁβραὰμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρʼ ἐμοῦ, ἵνα ὦσι μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τό φρέαρ τοῦτο.
31
Wherefore he called that place Beer–sheba; because there they sware both of them.
Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ· ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.
32
Thus they made a covenant at Beer–sheba: then Abimelech rose up, and Phichol the chief captain of his host, and they returned into the land of the Philistines.
Καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμου· ἀνέστη δὲ Ἀβιμέλεχ, Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φίχολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.
33
And Abraham planted a grove in Beer–sheba, and called there on the name of the Lord, the everlasting God.
Καὶ ἐφύτευσεν Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου· καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.
34
And Abraham sojourned in the Philistines’ land many days.
Παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.