La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
Then again Abraham took a wife, and her name was Keturah.
Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Χεττούρα.
2
And she bare him Zimran, and Jokshan, and Medan, and Midian, and Ishbak, and Shuah.
Ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν, καὶ τὸν Ἰεζὰν, καὶ τὸν Μαδὰλ, καὶ τὸν Μαδιὰμ, καὶ τὸν Ἰεσβὼκ, καὶ τὸν Σωίε.
3
And Jokshan begat Sheba, and Dedan. And the sons of Dedan were Asshurim, and Letushim, and Leummim.
Ἰεζὰν δὲ ἐγέννησε τὸν Σαβὰ, καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν Ἀσσουριεὶμ, καὶ Λατουσιεὶμ, καὶ Λαωμείμ.
4
And the sons of Midian; Ephah, and Epher, and Hanoch, and Abida, and Eldaah. All these were the children of Keturah.
Υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ, καὶ Ἀφεὶρ, καὶ Ἐνὼχ, καὶ Ἀβειδὰ, καὶ Ἐλδαγά· πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
5
And Abraham gave all that he had unto Isaac.
Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ.
6
But unto the sons of the concubines, which Abraham had, Abraham gave gifts, and sent them away from Isaac his son, while he yet lived, eastward, unto the east country.
Καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
7
And these are the days of the years of Abraham’s life which he lived, an hundred threescore and fifteen years.
Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπεντε ἔτη.
8
Then Abraham gave up the ghost, and died in a good old age, an old man, and full of years; and was gathered to his people.
Καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης, καὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
9
And his sons Isaac and Ishmael buried him in the cave of Machpelah, in the field of Ephron the son of Zohar the Hittite, which is before Mamre;
Καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρων τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,
10
The field which Abraham purchased of the sons of Heth: there was Abraham buried, and Sarah his wife.
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ· ἐκεῖ ἔθαψαν Ἁβραὰμ, καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
11
And it came to pass after the death of Abraham, that God blessed his son Isaac; and Isaac dwelt by the well Lahai–roi.
Ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
12
Now these are the generations of Ishmael, Abraham’s son, whom Hagar the Egyptian, Sarah’s handmaid, bare unto Abraham:
Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία, ἡ παιδίσκη Σάῤῥας, τῷ Ἁβραάμ.
13
And these are the names of the sons of Ishmael, by their names, according to their generations: the firstborn of Ishmael, Nebajoth; and Kedar, and Adbeel, and Mibsam,
Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ, κατʼ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ, καὶ Ναβαϊὼθ, καὶ Κηδὰρ, καὶ Ναβδεὴλ, καὶ Μασσὰμ,
14
And Mishma, and Dumah, and Massa,
καὶ Μασμὰ, καὶ Δουμὰ, καὶ Μασσῆ,
15
Hadar, and Tema, Jetur, Naphish, and Kedemah:
καὶ Χοδδὰν, καὶ Θαιμὰν, καὶ Ἰετοὺρ, καὶ Ναφὲς, καὶ Κεδμά.
16
These are the sons of Ishmael, and these are their names, by their towns, and by their castles; twelve princes according to their nations.
οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν, καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
17
And these are the years of the life of Ishmael, an hundred and thirty and seven years: and he gave up the ghost and died; and was gathered unto his people.
Καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαὴλ, ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε, καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
18
And they dwelt from Havilah unto Shur, that is before Egypt, as thou goest toward Assyria: and he died in the presence of all his brethren.
Κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σοὺρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
19
And these are the generations of Isaac, Abraham’s son: Abraham begat Isaac:
Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραάμ ἐγέννησε τὸν Ἰσαάκ.
20
And Isaac was forty years old when he took Rebekah to wife, the daughter of Bethuel the Syrian of Padan–aram, the sister to Laban the Syrian.
Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.
21
And Isaac intreated the Lord for his wife, because she was barren: and the Lord was intreated of him, and Rebekah his wife conceived.
Ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ συνέλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ.
22
And the children struggled together within her; and she said, If it be so, why am I thus? And she went to enquire of the Lord.
Ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δὲ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
23
And the Lord said unto her, Two nations are in thy womb, and two manner of people shall be separated from thy bowels; and the one people shall be stronger than the other people; and the elder shall serve the younger.
Καὶ εἶπε Κύριος αὐτῇ, δύο ἔθνη ἐν γαστρί σου εἰσὶ, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
24
And when her days to be delivered were fulfilled, behold, there were twins in her womb.
Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
25
And the first came out red, all over like an hairy garment; and they called his name Esau.
Ἐξῆλθε δὲ ὁ πρωτότοκος πυῤῥάκης· ὅλος, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ.
26
And after that came his brother out, and his hand took hold on Esau’s heel; and his name was called Jacob: and Isaac was threescore years old when she bare them.
Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα.
27
And the boys grew: and Esau was a cunning hunter, a man of the field; and Jacob was a plain man, dwelling in tents.
Ηὐξήθησαν δὲ οἱ νεανίσκοι· καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
28
And Isaac loved Esau, because he did eat of his venison: but Rebekah loved Jacob.
Ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
29
And Jacob sod pottage: and Esau came from the field, and he was faint:
Ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων.
30
And Esau said to Jacob, Feed me, I pray thee, with that same red pottage; for I am faint: therefore was his name called Edom.
Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακὼβ, γεῦσόν με ἀπὸ τοῦ ἑψήματος πυῤῥου τούτου, ὅτι ἐκλείπω· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ.
31
And Jacob said, Sell me this day thy birthright.
Εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ, ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
32
And Esau said, Behold, I am at the point to die: and what profit shall this birthright do to me?
Καὶ εἶπεν Ἡσαῦ, ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν· καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
33
And Jacob said, Swear to me this day; and he sware unto him: and he sold his birthright unto Jacob.
Καὶ εἶπεν αὐτῷ Ἰακὼβ, ὄμοσόν μοι σήμερον· καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
34
Then Jacob gave Esau bread and pottage of lentiles; and he did eat and drink, and rose up, and went his way: thus Esau despised his birthright.
Ἰακὼβ δὲ ἔδωκε τῷ Ἠσαῦ ἄρτον, καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.