Ir al contenido
Bible Notetaker

Genesis 29

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
Then Jacob went on his journey, and came into the land of the people of the east.
Καὶ ἐξᾴρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας, μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
2
And he looked, and behold a well in the field, and, lo, there were three flocks of sheep lying by it; for out of that well they watered the flocks: and a great stone was upon the well’s mouth.
Καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ· ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπʼ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος.
3
And thither were all the flocks gathered: and they rolled the stone from the well’s mouth, and watered the sheep, and put the stone again upon the well’s mouth in his place.
Καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια· καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.
4
And Jacob said unto them, My brethren, whence be ye? And they said, Of Haran are we.
Εἶπε δὲ αὐτοῖς Ἰακὼβ, ἀδελφοὶ, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαῤῥὰν ἐσμέν.
5
And he said unto them, Know ye Laban the son of Nahor? And they said, We know him.
Εἶπε δὲ αὐτοῖς, γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν·
6
And he said unto them, Is he well? And they said, He is well: and, behold, Rachel his daughter cometh with the sheep.
Εἶπε δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει· καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.
7
And he said, Lo, it is yet high day, neither is it time that the cattle should be gathered together: water ye the sheep, and go and feed them.
Καὶ εἶπεν Ἰακὼβ, ἔτι ἐστὶν ἡμέρα πολλὴ· οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε.
8
And they said, We cannot, until all the flocks be gathered together, and till they roll the stone from the well’s mouth; then we water the sheep.
Οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα, ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
9
And while he yet spake with them, Rachel came with her father’s sheep: for she kept them.
Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
10
And it came to pass, when Jacob saw Rachel the daughter of Laban his mother’s brother, and the sheep of Laban his mother’s brother, that Jacob went near, and rolled the stone from the well’s mouth, and watered the flock of Laban his mother’s brother.
Ἐγένετο δὲ ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν, τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.
11
And Jacob kissed Rachel, and lifted up his voice, and wept.
Καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.
12
And Jacob told Rachel that he was her father’s brother, and that he was Rebekah’s son: and she ran and told her father.
Καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί· καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
13
And it came to pass, when Laban heard the tidings of Jacob his sister’s son, that he ran to meet him, and embraced him, and kissed him, and brought him to his house. And he told Laban all these things.
Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.
14
And Laban said to him, Surely thou art my bone and my flesh. And he abode with him the space of a month.
Καὶ εἶπεν αὐτῷ Λάβαν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετʼ αὐτοῦ μῆνα ἡμερῶν.
15
And Laban said unto Jacob, Because thou art my brother, shouldest thou therefore serve me for nought? tell me, what shall thy wages be?
Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σου ἐστί;
16
And Laban had two daughters: the name of the elder was Leah, and the name of the younger was Rachel.
Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι, Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ, Ῥαχήλ.
17
Leah was tender eyed; but Rachel was beautiful and well favoured.
Οἱ δὲ ὀφθάλμοὶ Λείας, ἀσθενεῖς· Ῥαχῆλ δὲ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφάδρα.
18
And Jacob loved Rachel; and said, I will serve thee seven years for Rachel thy younger daughter.
Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχήλ· καὶ εἶπε, δουλεύσω σοι ἑπτὰ ἔτη περὶ τῆς Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.
19
And Laban said, It is better that I give her to thee, than that I should give her to another man: abide with me.
Εἶπε δὲ αὐτῷ Λάβαν, βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετʼ ἐμοῦ.
20
And Jacob served seven years for Rachel; and they seemed unto him but a few days, for the love he had to her.
Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη· καὶ ἤσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.
21
And Jacob said unto Laban, Give me my wife, for my days are fulfilled, that I may go in unto her.
Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι ὅπως εἰσέλθω πρὸς αὐτήν.
22
And Laban gathered together all the men of the place, and made a feast.
Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον.
23
And it came to pass in the evening, that he took Leah his daughter, and brought her to him; and he went in unto her.
Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν πρὸς Ἰακὼβ, καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
24
And Laban gave unto his daughter Leah Zilpah his maid for an handmaid.
Ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην.
25
And it came to pass, that in the morning, behold, it was Leah: and he said to Laban, What is this thou hast done unto me? did not I serve with thee for Rachel? wherefore then hast thou beguiled me?
Ἐγένετο δὲ πρωῒ, καὶ ἰδοὺ ἦν Λεία· εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοι; καὶ ἱνατί παρελογίσω με;
26
And Laban said, It must not be so done in our country, to give the younger before the firstborn.
Ἀπεκρίθη δὲ Λάβαν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν.
27
Fulfil her week, and we will give thee this also for the service which thou shalt serve with me yet seven other years.
Συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρʼ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα.
28
And Jacob did so, and fulfilled her week: and he gave him Rachel his daughter to wife also.
Ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
29
And Laban gave to Rachel his daughter Bilhah his handmaid to be her maid.
Ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην.
30
And he went in also unto Rachel, and he loved also Rachel more than Leah, and served with him yet seven other years.
Καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
31
And when the Lord saw that Leah was hated, he opened her womb: but Rachel was barren.
Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.
32
And Leah conceived, and bare a son, and she called his name Reuben: for she said, Surely the Lord hath looked upon my affliction; now therefore my husband will love me.
Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.
33
And she conceived again, and bare a son; and said, Because the Lord hath heard that I was hated, he hath therefore given me this son also: and she called his name Simeon.
Καὶ συνέλαβε πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Συμεών.
34
And she conceived again, and bare a son; and said, Now this time will my husband be joined unto me, because I have born him three sons: therefore was his name called Levi.
Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Λευεί.
35
And she conceived again, and bare a son: and she said, Now will I praise the Lord: therefore she called his name Judah; and left bearing.
Καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν, καὶ εἶπε, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰούδαν· καὶ ἔστη τοῦ τίκτειν.