Ir al contenido
Bible Notetaker

Genesis 39

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
And Joseph was brought down to Egypt; and Potiphar, an officer of Pharaoh, captain of the guard, an Egyptian, bought him of the hands of the Ishmeelites, which had brought him down thither.
Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραὼ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν Ἰσμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ.
2
And the Lord was with Joseph, and he was a prosperous man; and he was in the house of his master the Egyptian.
Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ.
3
And his master saw that the Lord was with him, and that the Lord made all that he did to prosper in his hand.
Ἤδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετʼ αὐτοῦ, καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
4
And Joseph found grace in his sight, and he served him: and he made him overseer over his house, and all that he had he put into his hand.
Καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ. Καὶ κατέστησε αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ· καὶ πάντα ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς Ἰωσήφ.
5
And it came to pass from the time that he had made him overseer in his house, and over all that he had, that the Lord blessed the Egyptian’s house for Joseph’s sake; and the blessing of the Lord was upon all that he had in the house, and in the field.
Ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ· καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ.
6
And he left all that he had in Joseph’s hand; and he knew not ought he had, save the bread which he did eat. And Joseph was a goodly person, and well favoured.
Καὶ ἐπέτρεψε πάντα ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσήφ· καὶ οὐκ ᾔδει τῶν καθʼ αὑτὸν οὐδὲν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
7
And it came to pass after these things, that his master’s wife cast her eyes upon Joseph; and she said, Lie with me.
Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ· καὶ εἶπεν, κοιμήθητι μετʼ ἐμοῦ.
8
But he refused, and said unto his master’s wife, Behold, my master wotteth not what is with me in the house, and he hath committed all that he hath to my hand;
Ὁ δὲ οὐκ ἤθελεν· εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ, εἰ ὁ κύριός μου οὐ γινώσκει διʼ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου,
9
There is none greater in this house than I; neither hath he kept back any thing from me but thee, because thou art his wife: how then can I do this great wickedness, and sin against God?
καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῆ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπʼ ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ;
10
And it came to pass, as she spake to Joseph day by day, that he hearkened not unto her, to lie by her, or to be with her.
Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετʼ αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ.
11
And it came to pass about this time, that Joseph went into the house to do his business; and there was none of the men of the house there within.
Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω.
12
And she caught him by his garment, saying, Lie with me: and he left his garment in her hand, and fled, and got him out.
Καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα, κοιμήθητι μετʼ ἐμοῦ· καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
13
And it came to pass, when she saw that he had left his garment in her hand, and was fled forth,
Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω,
14
That she called unto the men of her house, and spake unto them, saying, See, he hath brought in an Hebrew unto us to mock us; he came in unto me to lie with me, and I cried with a loud voice:
καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα, ἴδετε, εἰσήγαγε ἡμῖν παῖδα Ἐβραῖον, ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με, λέγων, κοιμήθητι μετʼ ἐμοῦ· καὶ ἐβόησα φωνῇ μεγάλῃ.
15
And it came to pass, when he heard that I lifted up my voice and cried, that he left his garment with me, and fled, and got him out.
Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
16
And she laid up his garment by her, until his lord came home.
Καὶ καταλιμπάνει τὰ ἱμάτια παρʼ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
17
And she spake unto him according to these words, saying, The Hebrew servant, which thou hast brought unto us, came in unto me to mock me:
Καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, λέγουσα, εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι· καὶ εἶπέ μοι, κοιμηθήσομαι μετὰ σοῦ.
18
And it came to pass, as I lifted up my voice and cried, that he left his garment with me, and fled out.
Ὡς δὲ ἤκοῦσεν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
19
And it came to pass, when his master heard the words of his wife, which she spake unto him, saying, After this manner did thy servant to me; that his wrath was kindled.
Ἐγένετο δὲ, ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτὸν, λέγουσα, οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ.
20
And Joseph’s master took him, and put him into the prison, a place where the king’s prisoners were bound: and he was there in the prison.
Καὶ λαβὼν ὁ κύριος Ἰωσὴφ, ἐνέβαλε αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι.
21
But the Lord was with Joseph, and shewed him mercy, and gave him favour in the sight of the keeper of the prison.
Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ, καὶ κατέχεεν αὐτοῦ ἔλεος· καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος.
22
And the keeper of the prison committed to Joseph’s hand all the prisoners that were in the prison; and whatsoever they did there, he was the doer of it.
Καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ, καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν.
23
The keeper of the prison looked not to any thing that was under his hand; because the Lord was with him, and that which he did, the Lord made it to prosper.
Οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκον διʼ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετʼ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδο ἐν ταῖς χερσὶν αὐτοῦ.