La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
And he commanded the steward of his house, saying, Fill the men’s sacks with food, as much as they can carry, and put every man’s money in his sack’s mouth.
Καὶ ἐνετείλατο ὁ Ἰωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ, λέγων, πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι· καὶ ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου.
2
And put my cup, the silver cup, in the sack’s mouth of the youngest, and his corn money. And he did according to the word that Joseph had spoken.
Καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου, καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ· ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ἰωσὴφ, καθὼς εἶπε.
3
As soon as the morning was light, the men were sent away, they and their asses.
Τὸ πρωῒ διέφαυσε· καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
4
And when they were gone out of the city, and not yet far off, Joseph said unto his steward, Up, follow after the men; and when thou dost overtake them, say unto them, Wherefore have ye rewarded evil for good?
Ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν· καὶ Ἰωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ, ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων, καὶ καταλήμψῃ αὐτοὺς, καὶ ἐρεῖς αὐτοῖς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν;
5
Is not this it in which my lord drinketh, and whereby indeed he divineth? ye have done evil in so doing.
Ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετελέκατε ἃ πεποιήκατε.
6
And he overtook them, and he spake unto them these same words.
Εὑρὼν δὲ αὐτοὺς, εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα.
7
And they said unto him, Wherefore saith my lord these words? God forbid that thy servants should do according to this thing:
Οἱ δὲ εἶπαν αὐτῷ, ἱνατί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο.
8
Behold, the money, which we found in our sacks’ mouths, we brought again unto thee out of the land of Canaan: how then should we steal out of thy lord’s house silver or gold?
Εἰ τὸ μὲν ἀργύριον, ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναὰν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον;
9
With whomsoever of thy servants it be found, both let him die, and we also will be my lord’s bondmen.
Παρʼ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παιδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν.
10
And he said, Now also let it be according unto your words: he with whom it is found shall be my servant; and ye shall be blameless.
Ὁ δὲ εἶπε, καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται· παρʼ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί.
11
Then they speedily took down every man his sack to the ground, and opened every man his sack.
Καὶ ἔσπευσαν, καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ.
12
And he searched, and began at the eldest, and left at the youngest: and the cup was found in Benjamin’s sack.
Ἠρεύνησε δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον. καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ Βενιαμίν.
13
Then they rent their clothes, and laded every man his ass, and returned to the city.
Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν ἕκαστος τὸν μαρσίππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
14
And Judah and his brethren came to Joseph’s house; for he was yet there: and they fell before him on the ground.
Εἰσῆλθε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ἰωσὴφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
15
And Joseph said unto them, What deed is this that ye have done? wot ye not that such a man as I can certainly divine?
Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ;
16
And Judah said, What shall we say unto my lord? what shall we speak? or how shall we clear ourselves? God hath found out the iniquity of thy servants: behold, we are my lord’s servants, both we, and he also with whom the cup is found.
Εἶπε δὲ Ἰούδας, τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου· ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς, καὶ παρʼ ᾧ εὑρέθη τὸ κόνδυ.
17
And he said, God forbid that I should do so: but the man in whose hand the cup is found, he shall be my servant; and as for you, get you up in peace unto your father.
Εἶπε δὲ Ἰωσὴφ, μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ὁ ἄνθρωπος παρʼ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.
18
Then Judah came near unto him, and said, Oh my lord, let thy servant, I pray thee, speak a word in my lord’s ears, and let not thine anger burn against thy servant: for thou art even as Pharaoh.
Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπε, δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ.
19
My lord asked his servants, saying, Have ye a father, or a brother?
Κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων, εἰ ἔχετε πατέρα ἢ ἀδελφόν.
20
And we said unto my lord, We have a father, an old man, and a child of his old age, a little one; and his brother is dead, and he alone is left of his mother, and his father loveth him.
Καὶ εἴπαμεν τῷ κυρίῳ, ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος, καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν·
21
And thou saidst unto thy servants, Bring him down unto me, that I may set mine eyes upon him.
Εἶπας δὲ τοῖς παισί σου, καταγάγετε αὐτὸν πρὸς μέ, καὶ ἐπιμελοῦμαι αὐτοῦ.
22
And we said unto my lord, The lad cannot leave his father: for if he should leave his father, his father would die.
Καὶ εἴπαμεν τῷ κυρίῳ, οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ· ἐὰν δὲ καταλείπῃ τὸν πατέρα, ἀποθανεῖται.
23
And thou saidst unto thy servants, Except your youngest brother come down with you, ye shall see my face no more.
Σὺ δὲ εἶπας τοῖς παισί σου, ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθʼ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου.
24
And it came to pass when we came up unto thy servant my father, we told him the words of my lord.
Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου ἡμῶν.
25
And our father said, Go again, and buy us a little food.
Εἶπε δὲ ὁ πατὴρ ἡμῶν, βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
26
And we said, We cannot go down: if our youngest brother be with us, then will we go down: for we may not see the man’s face, except our youngest brother be with us.
Ἡμεῖς δὲ εἴπομεν, οὐ δυνησόμεθα καταβῆναι· ἀλλʼ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθʼ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ ὄντος μεθʼ ἡμῶν.
27
And thy servant my father said unto us, Ye know that my wife bare me two sons:
Εἶπε δὲ ὁ παῖς σου πατὴρ ἡμῶν πρὸς ἡμᾶς, ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνὴ,
28
And the one went out from me, and I said, Surely he is torn in pieces; and I saw him not since:
καὶ ἐξῆλθεν ὁ εἷς ἀπʼ ἐμοῦ· καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν, καὶ οὐκ ἴδον αὐτὸν ἄχρι νῦν.
29
And if ye take this also from me, and mischief befall him, ye shall bring down my gray hairs with sorrow to the grave.
Ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου, καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
30
Now therefore when I come to thy servant my father, and the lad be not with us; seeing that his life is bound up in the lad’s life;
Νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθʼ ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς,
31
It shall come to pass, when he seeth that the lad is not with us, that he will die: and thy servants shall bring down the gray hairs of thy servant our father with sorrow to the grave.
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδίον μεθʼ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου.
32
For thy servant became surety for the lad unto my father, saying, If I bring him not unto thee, then I shall bear the blame to my father for ever.
Ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον, λέγων, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι εἰς τὸν πατέρα πάσας τὰς ἡμέρας.
33
Now therefore, I pray thee, let thy servant abide instead of the lad a bondman to my lord; and let the lad go up with his brethren.
Νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν αὐτοῦ.
34
For how shall I go up to my father, and the lad be not with me? lest peradventure I see the evil that shall come on my father.
Πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθʼ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου.