La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
The word that came to Jeremiah from the Lord, saying,
ΤΗ ἸΔΟΥΜΑΙΑ, τάδε λέγει Κύριος, οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, ἠπατήθη ὁ τόπος αὐτῶν·
2
Thus speaketh the Lord God of Israel, saying, Write thee all the words that I have spoken unto thee in a book.
βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδὰμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν.
3
For, lo, the days come, saith the Lord, that I will bring again the captivity of my people Israel and Judah, saith the Lord: and I will cause them to return to the land that I gave to their fathers, and they shall possess it.
Ὅτι τρυγηταὶ ἦλθον, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ, ἑπιθήσουσι χεῖρα αὐτῶν.
4
And these are the words that the Lord spake concerning Israel and concerning Judah.
Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται, ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ, γείτονός μου, καὶ οὐκ ἔστιν
5
For thus saith the Lord; We have heard a voice of trembling, of fear, and not of peace.
ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπʼ ἐμὲ πεποίθασιν·
6
Ask ye now, and see whether a man doth travail with child? wherefore do I see every man with his hands on his loins, as a woman in travail, and all faces are turned into paleness?
Ὅτι τάδε εἶπε Κύριος, οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθωωθῇς,
7
Alas! for that day is great, so that none is like it: it is even the time of Jacob’s trouble; but he shall be saved out of it.
ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν, καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
8
For it shall come to pass in that day, saith the Lord of hosts, that I will break his yoke from off thy neck, and will burst thy bonds, and strangers shall no more serve themselves of him:
Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε, συνάχθητε, καὶ παραγένεσθε εἰς αὐτὴν, ἀνάστητε εἰς πόλεμον.
9
But they shall serve the Lord their God, and David their king, whom I will raise up unto them.
Μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.
10
Therefore fear thou not, O my servant Jacob, saith the Lord; neither be dismayed, O Israel: for, lo, I will save thee from afar, and thy seed from the land of their captivity; and Jacob shall return, and shall be in rest, and be quiet, and none shall make him afraid.
Ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.
11
For I am with thee, saith the Lord, to save thee: though I make a full end of all nations whither I have scattered thee, yet will I not make a full end of thee: but I will correct thee in measure, and will not leave thee altogether unpunished.
Καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ.
12
For thus saith the Lord, Thy bruise is incurable, and thy wound is grievous.
Ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα, καὶ αἱ πάροικοι αὐτῆς, εἶπε Κύριος παντοκράτωρ, οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
13
There is none to plead thy cause, that thou mayest be bound up: thou hast no healing medicines.
Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθὰμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ τοὺς νεανίσκους ἐπʼ αὐτὴν ἐπιστήσατε· ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσεται κατὰ πρόσωπόν μου;
14
All thy lovers have forgotten thee; they seek thee not; for I have wounded thee with the wound of an enemy, with the chastisement of a cruel one, for the multitude of thine iniquity; because thy sins were increased.
Διατοῦτο ἀκούσατε βουλὴν Κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμὰν, ἐὰν μὴ συμψησθῶσι τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπʼ αὐτοὺς κατάλυσις αὐτῶν,
15
Why criest thou for thine affliction? thy sorrow is incurable for the multitude of thine iniquity: because thy sins were increased, I have done these things unto thee.
ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγὴ θαλάσσης οὐκ ἠκούσθη.
16
Therefore all they that devour thee shall be devoured; and all thine adversaries, every one of them, shall go into captivity; and they that spoil thee shall be a spoil, and all that prey upon thee will I give for a prey.
Ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται, καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπʼ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς καρδία γυναικὸς ὠδινούσης.
17
For I will restore health unto thee, and I will heal thee of thy wounds, saith the Lord; because they called thee an Outcast, saying, This is Zion, whom no man seeketh after.
ΤΟΙΣ ΥΙΟΙΣ ἈΜΜΩΝ οὕτως εἶπε Κύριος, μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἢ παραληψόμενος οὐκ ἔστιν αὐτοῖς; διατί παρέλαβε Μελχὸλ τὴν Γαλαὰδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;
18
Thus saith the Lord; Behold, I will bring again the captivity of Jacob’s tents, and have mercy on his dwellingplaces; and the city shall be builded upon her own heap, and the palace shall remain after the manner thereof.
Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ.
19
And out of them shall proceed thanksgiving and the voice of them that make merry: and I will multiply them, and they shall not be few; I will also glorify them, and they shall not be small.
Ἀλάλαξον Ἐσεβὼν, ὅτι ὤλετο Γαΐ· κεκράξατε θυγατέρες Ῥαββὰθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ βαδιεῖται ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα.
20
Their children also shall be as aforetime, and their congregation shall be established before me, and I will punish all that oppress them.
Τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακεὶμ, θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς, ἡ λέγουσα, τίς εἰσελεύσεται ἐπʼ ἐμέ;
21
And their nobles shall be of themselves, and their governor shall proceed from the midst of them; and I will cause him to draw near, and he shall approach unto me: for who is this that engaged his heart to approach unto me? saith the Lord.
Ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σὲ, εἶπε Κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ συνάγων.
22
And ye shall be my people, and I will be your God.
—
23
Behold, the whirlwind of the Lord goeth forth with fury, a continuing whirlwind: it shall fall with pain upon the head of the wicked.
ΤΗ ΚΗΔΑΡ ΤΗ ΒΑΣΙΛΙΣΣΗ ΤΗΣ ΑΥΛΗΣ, ἫΝ ἘΠΑΤΑΞΕ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΒΑΣΙΛΕΥΣ ΒΑΒΥΛΩΝΟΣ, οὕτως εἶπε Κύριος, Ἀνάστητε, καὶ ἀνάβητε ἐπὶ Κηδὰρ, καὶ πλήσατε τοὺς υἱοὺς Κεδέμ.
24
The fierce anger of the Lord shall not return, until he have done it, and until he have performed the intents of his heart: in the latter days ye shall consider it.
Σκηνὰς αὐτῶν, καὶ τὰ πρόβατα αὐτῶν λήψονται· ἱμάτια αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ καμήλους αὐτῶν λήψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπʼ αὐτοὺς ἀπώλειαν κυκλόθεν.
25
—
Φεύγετε, λίαν ἐμβαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφʼ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν, καὶ ἐλογίσατο λογισμόν.
26
—
Ἀνάστηθι, καὶ ἀνάβηθι ἐπʼ ἔθνος εὐσταθοῦν, καθήμενον εἰς ἀναψυχὴν, οἷς οὐκ εἰσὶ θύραι, οὐ βάλανοι, οὐ μοχλοὶ, μόνοι καταλύουσι.
27
—
Καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν, καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν, καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπε Κύριος.
28
—
Καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν, καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
29
—
ΤΗ ΔΑΜΑΣΚΩ. Κατῃσχύνθη Ἠμὰθ, καὶ Ἀρφὰθ, ὅτι ἤκουσαν ἀκοὴν πονηρὰν, ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται.
30
—
Ἐξελύθη Δαμασκὸς, ἀπεστράφη εἰς φυγὴν, τρόμος ἐπελάβετο αὐτῆς.
31
—
Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμὴν, κώμην ἠγάπησαν;
32
—
Διατοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶ Κύριος·
33
—
Καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ.