Ir al contenido
Bible Notetaker

Psalms 138

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
I will praise thee with my whole heart: before the gods will I sing praise unto thee.
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Κύριε ἐδοκίμασάς με, καὶ ἔγνως με.
2
I will worship toward thy holy temple, and praise thy name for thy lovingkindness and for thy truth: for thou hast magnified thy word above all thy name.
Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.
3
In the day when I cried thou answeredst me, and strengthenedst me with strength in my soul.
Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἑξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες,
4
All the kings of the earth shall praise thee, O Lord, when they hear the words of thy mouth.
ὅτι οὐκ ἔστι λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδοὺ Κύριε, σὺ ἔγνως πάντα
5
Yea, they shall sing in the ways of the Lord: for great is the glory of the Lord.
τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
6
Though the Lord be high, yet hath he respect unto the lowly: but the proud he knoweth afar off.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
7
Though I walk in the midst of trouble, thou wilt revive me: thou shalt stretch forth thine hand against the wrath of mine enemies, and thy right hand shall save me.
Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
8
The Lord will perfect that which concerneth me: thy mercy, O Lord, endureth for ever: forsake not the works of thine own hands.
Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.
9
—
Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
10
—
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
11
—
Καὶ εἶπα, ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου.
12
—
Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
13
—
Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
14
—
Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
15
—
Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς.
16
—
Ἀκατέργαστόν μου εἶδου οἱ ἀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.
17
—
Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.
18
—
Ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
19
—
Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς ὁ Θεός· ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπʼ ἐμοῦ,
20
—
ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
21
—
Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
22
—
Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
23
—
Δοκίμασόν με ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου.
24
—
Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.