Ir al contenido
Bible Notetaker

Psalms 148

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
Praise ye the Lord. Praise ye the Lord from the heavens: praise him in the heights.
Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
2
Praise ye him, all his angels: praise ye him, all his hosts.
Αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
3
Praise ye him, sun and moon: praise him, all ye stars of light.
Αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
4
Praise him, ye heavens of heavens, and ye waters that be above the heavens.
Αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
5
Let them praise the name of the Lord: for he commanded, and they were created.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
6
He hath also stablished them for ever and ever: he hath made a decree which shall not pass.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
7
Praise the Lord from the earth, ye dragons, and all deeps:
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
8
Fire, and hail; snow, and vapour; stormy wind fulfilling his word:
Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
9
Mountains, and all hills; fruitful trees, and all cedars:
Τὰ ὄρη καὶ πάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
10
Beasts, and all cattle; creeping things, and flying fowl:
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
11
Kings of the earth, and all people; princes, and all judges of the earth:
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
12
Both young men, and maidens; old men, and children:
Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων
13
Let them praise the name of the Lord: for his name alone is excellent; his glory is above the earth and heaven.
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ,
14
He also exalteth the horn of his people, the praise of all his saints; even of the children of Israel, a people near unto him. Praise ye the Lord.
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμονς πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.