Ir al contenido
Bible Notetaker

Psalms 20

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
The Lord hear thee in the day of trouble; the name of the God of Jacob defend thee;
Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
2
Send thee help from the sanctuary, and strengthen thee out of Zion;
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
3
Remember all thy offerings, and accept thy burnt sacrifice; Selah.
Τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα.
4
Grant thee according to thine own heart, and fulfil all thy counsel.
Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
5
We will rejoice in thy salvation, and in the name of our God we will set up our banners: the Lord fulfil all thy petitions.
Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
6
Now know I that the Lord saveth his anointed; he will hear him from his holy heaven with the saving strength of his right hand.
Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτόν.
7
Some trust in chariots, and some in horses: but we will remember the name of the Lord our God.
Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
8
They are brought down and fallen: but we are risen, and stand upright.
Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
9
Save, Lord: let the king hear us when we call.
Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
10
—
Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου, Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
11
—
Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.
12
—
Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.
13
—
Ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
14
—
Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.