Ir al contenido
Bible Notetaker

Psalms 34

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

RVALXX
RVA
LXX
1
BENDECIRÉ á Jehová en todo tiempo; su alabanza será siempre en mi boca.
Τῷ Δαυίδ. Δικάσον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.
2
En Jehová se gloriará mi alma: oiránlo los mansos, y se alegrarán.
Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι.
3
Engrandeced á Jehová conmigo, y ensalcemos su nombre á una.
Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι.
4
Busqué á Jehová, y él me oyó, y libróme de todos mis temores.
Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά.
5
A él miraron y fueron alumbrados: y sus rostros no se avergonzaron.
Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς.
6
Este pobre clamó, y oyóle Jehová, y librólo de todas sus angustias.
Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.
7
El ángel de Jehová acampa en derredor de los que le temen, y los defiende.
Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
8
Gustad, y ved que es bueno Jehová: dichoso el hombre que confiará en él.
Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
9
Temed á Jehová, vosotros sus santos; porque no hay falta para los que le temen.
Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
10
Los leoncillos necesitaron, y tuvieron hambre; pero los que buscan á Jehová, no tendrán falta de ningún bien.
Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11
Venid, hijos, oidme; el temor de Jehová os enseñaré.
Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.
12
¿Quién es el hombre que desea vida, que codicia días para ver bien?
Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
13
Guarda tu lengua de mal, y tus labios de hablar engaño.
Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
14
Apártate del mal, y haz el bien; busca la paz, y síguela.
Ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην.
15
Los ojos de Jehová están sobre los justos, y atentos sus oídos al clamor de ellos.
Καὶ κατʼ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
16
La ira de Jehová contra los que mal hacen, para cortar de la tierra la memoria de ellos.
Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμὸν, ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
17
Clamaron los justos, y Jehová oyó, y librólos de todas sus angustias.
Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
18
Cercano está Jehová á los quebrantados de corazón; y salvará á los contritos de espíritu.
Ἐξομολογήσομαί σοι καὶ ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
19
Muchos son los males del justo; mas de todos ellos lo librará Jehová.
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς.
20
El guarda todos sus huesos; ni uno de ellos será quebrantado.
Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο.
21
Matará al malo la maldad; y los que aborrecen al justo serán asolados.
Καὶ ἐπλάτυναν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
22
Jehová redime el alma de sus siervos; y no serán asolados cuantos en él confían.
Εἶδες Κύριε, μὴ παρασιωπήσῃς, Κύριε μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.
23
—
Ἐξεγέρθητι Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου.
24
—
Κρῖνόν με Κύριε κατὰ τὴν δικαιοσύνην σου Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.
25
—
Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν, εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν, κατεπίομεν αὐτόν.
26
—
Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμέ.
27
—
Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθείη ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
28
—
Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.