Ir al contenido
Bible Notetaker

Psalms 82

La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.

KJVLXX
KJV
LXX
1
God standeth in the congregation of the mighty; he judgeth among the gods.
Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ.
2
How long will ye judge unjustly, and accept the persons of the wicked? Selah.
Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ Θεός.
3
Defend the poor and fatherless: do justice to the afflicted and needy.
Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν.
4
Deliver the poor and needy: rid them out of the hand of the wicked.
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου.
5
They know not, neither will they understand; they walk on in darkness: all the foundations of the earth are out of course.
Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.
6
I have said, Ye are gods; and all of you are children of the most High.
Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτὸ, κατὰ σοῦ διαθήκην διέθεντο·
7
But ye shall die like men, and fall like one of the princes.
Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ,
8
Arise, O God, judge the earth: for thou shalt inherit all nations.
Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.
9
—
Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· διάψαλμα.
10
—
Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισάρᾳ, ὡς τῷ Ἰαβεὶν ἐν τῷ χειμάῤῥῳ Κεισῶν.
11
—
Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
12
—
Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν·
13
—
Οἵτινες εἶπαν, κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ Θεοῦ.
14
—
Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.
15
—
Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη·
16
—
Οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
17
—
Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου Κύριε.
18
—
Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν.
19
—
Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.