La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
RVALXX
RVA
LXX
1
TE alabaré, oh Jehová, con todo mi corazón; contaré todas tus maravillas.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυίδ.
2
Alegraréme y regocijaréme en ti: cantaré á tu nombre, oh Altísimo;
Ἐξομολογήσομαι σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
3
Por haber sido mis enemigos vueltos atrás: caerán y perecerán delante de ti.
Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῷ ὀνόματί σου ὕψιστε.
4
Porque has hecho mi juicio y mi causa: sentástete en silla juzgando justicia.
Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
5
Reprendiste gentes, destruiste al malo, raíste el nombre de ellos para siempre jamás.
Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην.
6
Oh enemigo, acabados son para siempre los asolamientos; y las ciudades que derribaste, su memoria pereció con ellas.
Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
7
Mas Jehová permanecerá para siempre: dispuesto ha su trono para juicio.
Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἤχου,
8
Y él juzgará el mundo con justicia; y juzgará los pueblos con rectitud.
καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
9
Y será Jehová refugio al pobre, refugio para el tiempo de angustia.
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
10
Y en ti confiarán los que conocen tu nombre; por cuanto tú, oh Jehová, no desamparaste á los que te buscaron.
Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει.
11
Cantad á Jehová, que habita en Sión: noticiad en los pueblos sus obras.
Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε Κύριε.
12
Porque demandando la sangre se acordó de ellos: no se olvidó del clamor de los pobres.
Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.
13
Ten misericordia de mí, Jehová: mira mi aflicción que padezco de los que me aborrecen, tú que me levantas de las puertas de la muerte;
Ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
14
Porque cuente yo todas tus alabanzas en las puertas de la hija de Sión, y me goce en tu salud.
Ἐλέησόν με Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου·
15
Hundiéronse las gentes en la fosa que hicieron; en la red que escondieron fué tomado su pie.
Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
16
Jehová fué conocido en el juicio que hizo; en la obra de sus manos fué enlazado el malo. (Higaion. Selah.)
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποὺς αὐτῶν.
17
Los malos serán trasladados al infierno, todas las gentes que se olvidan de Dios.
Γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός· ᾠδὴ διαψάλματος.
18
Porque no para siempre será olvidado el pobre; ni la esperanza de los pobres perecerá perpetuamente.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ.
19
Levántate, oh Jehová; no se fortalezca el hombre; sean juzgadas las gentes delante de ti.
Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
20
Pon, oh Jehová, temor en ellos: conozcan las gentes que son no más que hombres. (Selah.)
Ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
21
—
Κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἀνθρωποί εἰσι· διάψαλμα.
22
—
Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει;
23
—
Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
24
—
Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
25
—
Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.
26
—
Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
27
—
Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
28
—
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
29
—
Ἐγκάθηται ἔνεδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
30
—
Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ
31
—
ταπεινώσει αὐτὸν, κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
32
—
Εἶπε γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
33
—
Ἀνάστηθι Κύριε ὁ Θεὸς, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων.
34
—
Ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, οὐ ζητήσει.
35
—
Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός.
36
—
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ.
37
—
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦ.
38
—
Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου·
39
—
Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.