La numeración de la Septuaginta puede ser diferente. Las filas comparan números de versículo y pueden contener pasajes distintos. Las notas pertenecen a la primera edición.
KJVLXX
KJV
LXX
1
The Lord reigneth, he is clothed with majesty; the Lord is clothed with strength, wherewith he hath girded himself: the world also is stablished, that it cannot be moved.
Ψαλμὸς τῷ Δαυὶδ τετράδι σαββάτου. Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.
2
Thy throne is established of old: thou art from everlasting.
Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
3
The floods have lifted up, O Lord, the floods have lifted up their voice; the floods lift up their waves.
Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται;
4
The Lord on high is mightier than the noise of many waters, yea, than the mighty waves of the sea.
Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
5
Thy testimonies are very sure: holiness becometh thine house, O Lord, for ever.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν.
6
—
Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν.
7
—
Καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.
8
—
Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.
9
—
Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ;
10
—
Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
11
—
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.
12
—
Μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν·
13
—
τοῦ πραΰναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
14
—
Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
15
—
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· διάψαλμα.
16
—
Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;
17
—
Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.
18
—
Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου Κύριε ἐβοήθει μοι.
19
—
Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου.
20
—
Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι.
21
—
Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.
22
—
Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου.
23
—
Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν.