Skip to content
Bible Notetaker

1 Chronicles 5

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
Now the sons of Reuben the firstborn of Israel, (for he was the firstborn; but, forasmuch as he defiled his father’s bed, his birthright was given unto the sons of Joseph the son of Israel: and the genealogy is not to be reckoned after the birthright.
Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα,
2
For Judah prevailed above his brethren, and of him came the chief ruler; but the birthright was Joseph’s:)
ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ·
3
The sons, I say, of Reuben the firstborn of Israel were, Hanoch, and Pallu, Hezron, and Carmi.
Υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ, Ἐνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼμ, καὶ Χαρμί.
4
The sons of Joel; Shemaiah his son, Gog his son, Shimei his son,
Υἱοὶ Ἰωὴλ, Σεμεῒ, καὶ Βαναία υἱὸς αὐτοῦ· καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεῒ,
5
Micah his son, Reaia his son, Baal his son,
υἱὸς αὐτοῦ Μιχὰ, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωὴλ,
6
Beerah his son, whom Tilgath–pilneser king of Assyria carried away captive: he was prince of the Reubenites.
υἱὸς αὐτοῦ Βεὴλ, ὃν μετῴκισε Θαγλαφαλλασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβήν.
7
And his brethren by their families, when the genealogy of their generations was reckoned, were the chief, Jeiel, and Zechariah,
Καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ὁ ἄρχων Ἰωὴλ, καὶ Ζαχαρία,
8
And Bela the son of Azaz, the son of Shema, the son of Joel, who dwelt in Aroer, even unto Nebo and Baal–meon:
καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ, υἱὸς Σαμὰ, υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ, καὶ ἐπὶ Ναβαῦ, καὶ Βεελμασσών.
9
And eastward he inhabited unto the entering in of the wilderness from the river Euphrates: because their cattle were multiplied in the land of Gilead.
Καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.
10
And in the days of Saul they made war with the Hagarites, who fell by their hand: and they dwelt in their tents throughout all the east land of Gilead.
Καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ.
11
And the children of Gad dwelt over against them, in the land of Bashan unto Salchah:
Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελά·
12
Joel the chief, and Shapham the next, and Jaanai, and Shaphat in Bashan.
Ἰωὴλ πρωτότοκος, καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν.
13
And their brethren of the house of their fathers were, Michael, and Meshullam, and Sheba, and Jorai, and Jachan, and Zia, and Heber, seven.
Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν, Μιχαὴλ, Μοσολλὰμ, καὶ Σεβεὲ, καὶ Ἰωρεὲ, καὶ Ἰωαχὰν, καὶ Ζουὲ, καὶ Ὠβὴδ, ἑπτά.
14
These are the children of Abihail the son of Huri, the son of Jaroah, the son of Gilead, the son of Michael, the son of Jeshishai, the son of Jahdo, the son of Buz;
Οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ, υἱοῦ Ἰδαῒ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μιχαὴλ, υἱοῦ Ἰεσαῒ, υἱοῦ Ἰεδδαῒ, υἱοῦ Βοὺζ ἀδελφοῦ
15
Ahi the son of Abdiel, the son of Guni, chief of the house of their fathers.
υἱοῦ Ἀβδιὴλ, υἱοῦ Γουνὶ, ἄρχων οἴκου πατριῶν.
16
And they dwelt in Gilead in Bashan, and in her towns, and in all the suburbs of Sharon, upon their borders.
Κατῴκουν ἐν Γαλαὰδ, ἐν Βασὰν, καὶ ἐν ταῖς κώμαις αὐτῶν, καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου.
17
All these were reckoned by genealogies in the days of Jotham king of Judah, and in the days of Jeroboam king of Israel.
Πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ.
18
The sons of Reuben, and the Gadites, and half the tribe of Manasseh, of valiant men, men able to bear buckler and sword, and to shoot with bow, and skilful in war, were four and forty thousand seven hundred and threescore, that went out to the war.
Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν, καὶ τείνοντες τόξον, καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.
19
And they made war with the Hagarites, with Jetur, and Nephish, and Nodab.
Καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν, καὶ Ἰτουραίων, καὶ Ναφισαίων, καὶ Ναδαβαίων,
20
And they were helped against them, and the Hagarites were delivered into their hand, and all that were with them: for they cried to God in the battle, and he was intreated of them; because they put their trust in him.
καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν Ἀγαραῖοι, καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν.
21
And they took away their cattle; of their camels fifty thousand, and of sheep two hundred and fifty thousand, and of asses two thousand, and of men an hundred thousand.
Καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας.
22
For there fell down many slain, because the war was of God. And they dwelt in their steads until the captivity.
Ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος· καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως μετοικεσίας.
23
And the children of the half tribe of Manasseh dwelt in the land: they increased from Bashan unto Baal–hermon and Senir, and unto mount Hermon.
Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαὰλ, Ἐρμὼν, καὶ Σανὶρ, καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.
24
And these were the heads of the house of their fathers, even Epher, and Ishi, and Eliel, and Azriel, and Jeremiah, and Hodaviah, and Jahdiel, mighty men of valour, famous men, and heads of the house of their fathers.
Καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὀφὲρ, καὶ Σεῒ, καὶ Ἐλιὴλ, καὶ Ἱερεμία, καὶ Ὠδουΐα, καὶ Ἰεδιήλ· ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοὶ, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.
25
And they transgressed against the God of their fathers, and went a whoring after the gods of the people of the land, whom God destroyed before them.
Καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν.
26
And the God of Israel stirred up the spirit of Pul king of Assyria, and the spirit of Tilgath–pilneser king of Assyria, and he carried them away, even the Reubenites, and the Gadites, and the half tribe of Manasseh, and brought them unto Halah, and Habor, and Hara, and to the river Gozan, unto this day.
Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ, καὶ τὸ πνεῦμα Θαγλαφαλλασὰρ βασιλέως Ἀσσοὺρ, καὶ μετῴκισε τὸν Ῥουβὴν, καὶ τὸν Γαδδὶ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ, καὶ Χαβὼρ, καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.
27
—
Υἱοὶ Λευὶ, Γεδσὼν, Καὰθ, καὶ Μεραρί.
28
—
Καὶ υἱοὶ Καὰθ, Ἄμβραμ, καὶ Ἰσσαὰρ, Χεβρὼν, καὶ Ὀζιήλ.
29
—
Καὶ υἱοὶ Ἄμβραμ, Ἀαρὼν, καὶ Μωυσῆς, καὶ Μαριάμ· καὶ υἱοὶ Ἀαρών, Ναδὰβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ.
30
—
Ἐλεάζαρ ἐγέννησε τὸν Φινεὲς, Φινεὲς ἐγέννησε τὸν Αβισοὺ,
31
—
Αβισοὺ ἐγέννησεν τὸν Βοκκὶ, καὶ Βοκκὶ ἐγέννησε τὸν Ὀζὶ,
32
—
Ὀζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ,
33
—
καὶ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτὼβ,
34
—
καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδὼκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμάας,
35
—
καὶ Ἀχιμάας ἐγέννησε τὸν Ἀζαρίαν, καὶ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανὰν,
36
—
καὶ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν, οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν Ἱερουσαλήμ.
37
—
Καὶ ἐγέννησεν Ἀζαρίας τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτὼβ,
38
—
καὶ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδὼκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλὼμ,
39
—
καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν Ἀζαρίαν,
40
—
καὶ Ἀζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν Ἰωσαδάκ.
41
—
Καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.