Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
But king Solomon loved many strange women, together with the daughter of Pharaoh, women of the Moabites, Ammonites, Edomites, Zidonians, and Hittites;
Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας, καὶ Ἰδουμαίας, Χετταίας, καὶ Ἀμοῤῥαίας,
2
Of the nations concerning which the Lord said unto the children of Israel, Ye shall not go in to them, neither shall they come in unto you: for surely they will turn away your heart after their gods: Solomon clave unto these in love.
ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
3
And he had seven hundred wives, princesses, and three hundred concubines: and his wives turned away his heart.
—
4
For it came to pass, when Solomon was old, that his wives turned away his heart after other gods: and his heart was not perfect with the Lord his God, as was the heart of David his father.
Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν, καὶ οὖκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
5
For Solomon went after Ashtoreth the goddess of the Zidonians, and after Milcom the abomination of the Ammonites.
Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν,
6
And Solomon did evil in the sight of the Lord, and went not fully after the Lord, as did David his father.
καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων.
7
Then did Solomon build an high place for Chemosh, the abomination of Moab, in the hill that is before Jerusalem, and for Molech, the abomination of the children of Ammon.
Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν,
8
And likewise did he for all his strange wives, which burnt incense and sacrificed unto their gods.
καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
9
And the Lord was angry with Solomon, because his heart was turned from the Lord God of Israel, which had appeared unto him twice,
Καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ, τοῦ ὀφθέντος αὐτῷ δὶς,
10
And had commanded him concerning this thing, that he should not go after other gods: but he kept not that which the Lord commanded.
καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός· οὐδʼ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου, κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
11
Wherefore the Lord said unto Solomon, Forasmuch as this is done of thee, and thou hast not kept my covenant and my statutes, which I have commanded thee, I will surely rend the kingdom from thee, and will give it to thy servant.
Καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, ἀνθʼ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
12
Notwithstanding in thy days I will not do it for David thy father’s sake: but I will rend it out of the hand of thy son.
Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν.
13
Howbeit I will not rend away all the kingdom; but will give one tribe to thy son for David my servant’s sake, and for Jerusalem’s sake which I have chosen.
Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.
14
And the Lord stirred up an adversary unto Solomon, Hadad the Edomite: he was of the king’s seed in Edom.
Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον, καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαὲ τὸν ἐν Ρααμὰ, Ἀδαδέζερ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπʼ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος, καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ.
15
For it came to pass, when David was in Edom, and Joab the captain of the host was gone up to bury the slain, after he had smitten every male in Edom;
Καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
16
(For six months did Joab remain there with all Israel, until he had cut off every male in Edom:)
ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
17
That Hadad fled, he and certain Edomites of his father’s servants with him, to go into Egypt; Hadad being yet a little child.
Καὶ ἀπέδρα Ἄδερ αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν.
18
And they arose out of Midian, and came to Paran: and they took men with them out of Paran, and they came to Egypt, unto Pharaoh king of Egypt; which gave him an house, and appointed him victuals, and gave him land.
Καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ, καὶ ἄρχονται εἰς Φαρὰν, καὶ λαμβάνουσιν ἄνδρας μεθʼ αὑτῶν, καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραὼ, καὶ ἔδωκεν αὐτῷ οἶκον, καὶ ἄρτους διέταξεν αὐτῷ.
19
And Hadad found great favour in the sight of Pharaoh, so that he gave him to wife the sister of his own wife, the sister of Tahpenes the queen.
Καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας μείζω. Καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς·
20
And the sister of Tahpenes bare him Genubath his son, whom Tahpenes weaned in Pharaoh’s house: and Genubath was in Pharaoh’s household among the sons of Pharaoh.
καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ· καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
21
And when Hadad heard in Egypt that David slept with his fathers, and that Joab the captain of the host was dead, Hadad said to Pharaoh, Let me depart, that I may go to mine own country.
Καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς, καὶ εἶπεν Ἄδερ πρὸς Φαραὼ, ἐξαπόστειλόν με, καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
22
Then Pharaoh said unto him, But what hast thou lacked with me, that, behold, thou seekest to go to thine own country? And he answered, Nothing: howbeit let me go in any wise.
Καὶ εἶπε Φαραὼ τῷ Ἄδερ, τίνι σὺ ἐλαττονῇ μετʼ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ·
23
And God stirred him up another adversary, Rezon the son of Eliadah, which fled from his lord Hadadezer king of Zobah:
—
24
And he gathered men unto him, and became captain over a band, when David slew them of Zobah: and they went to Damascus, and dwelt therein, and reigned in Damascus.
—
25
And he was an adversary to Israel all the days of Solomon, beside the mischief that Hadad did: and he abhorred Israel, and reigned over Syria.
αὕτη ἡ κακία ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν Ἰσραὴλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.
26
And Jeroboam the son of Nebat, an Ephrathite of Zereda, Solomon’s servant, whose mother’s name was Zeruah, a widow woman, even he lifted up his hand against the king.
Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ, υἱὸς γυναικὸς χήρας, δοῦλος Σαλωμών.
27
And this was the cause that he lifted up his hand against the king: Solomon built Millo, and repaired the breaches of the city of David his father.
Καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῇρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών· καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
28
And the man Jeroboam was a mighty man of valour: and Solomon seeing the young man that he was industrious, he made him ruler over all the charge of the house of Joseph.
Καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστὶ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
29
And it came to pass at that time when Jeroboam went out of Jerusalem, that the prophet Ahijah the Shilonite found him in the way; and he had clad himself with a new garment; and they two were alone in the field:
Καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ.
30
And Ahijah caught the new garment that was on him, and rent it in twelve pieces:
Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπʼ αὐτῷ, καὶ διέῤῥηξεν αὐτὸ δώδεκα ῥήγματα,
31
And he said to Jeroboam, Take thee ten pieces: for thus saith the Lord, the God of Israel, Behold, I will rend the kingdom out of the hand of Solomon, and will give ten tribes to thee:
καὶ εἶπε τῷ Ἱεροβοὰμ, λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν, καὶ δώσω σοι δέκα σκῆπτρα.
32
(But he shall have one tribe for my servant David’s sake, and for Jerusalem’s sake, the city which I have chosen out of all the tribes of Israel:)
Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ.
33
Because that they have forsaken me, and have worshipped Ashtoreth the goddess of the Zidonians, Chemosh the god of the Moabites, and Milcom the god of the children of Ammon, and have not walked in my ways, to do that which is right in mine eyes, and to keep my statutes and my judgments, as did David his father.
Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
34
Howbeit I will not take the whole kingdom out of his hand: but I will make him prince all the days of his life for David my servant’s sake, whom I chose, because he kept my commandments and my statutes:
Καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν.
35
But I will take the kingdom out of his son’s hand, and will give it unto thee, even ten tribes.
Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα.
36
And unto his son will I give one tribe, that David my servant may have a light alway before me in Jerusalem, the city which I have chosen me to put my name there.
Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
37
And I will take thee, and thou shalt reign according to all that thy soul desireth, and shalt be king over Israel.
Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
38
And it shall be, if thou wilt hearken unto all that I command thee, and wilt walk in my ways, and do that is right in my sight, to keep my statutes and my commandments, as David my servant did; that I will be with thee, and build thee a sure house, as I built for David, and will give Israel unto thee.
Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ.
39
And I will for this afflict the seed of David, but not for ever.
—
40
Solomon sought therefore to kill Jeroboam. And Jeroboam arose, and fled into Egypt, unto Shishak king of Egypt, and was in Egypt until the death of Solomon.
Καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανε Σαλωμών.
41
And the rest of the acts of Solomon, and all that he did, and his wisdom, are they not written in the book of the acts of Solomon?
Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν, καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών;
42
And the time that Solomon reigned in Jerusalem over all Israel was forty years.
Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.
43
And Solomon slept with his fathers, and was buried in the city of David his father: and Rehoboam his son reigned in his stead.
Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.