Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Then the word of the Lord came to Jehu the son of Hanani against Baasha, saying,
Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ πρὸς Βαασά.
2
Forasmuch as I exalted thee out of the dust, and made thee prince over my people Israel; and thou hast walked in the way of Jeroboam, and hast made my people Israel to sin, to provoke me to anger with their sins;
Ἀνθʼ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,
3
Behold, I will take away the posterity of Baasha, and the posterity of his house; and will make thy house like the house of Jeroboam the son of Nebat.
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ, καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβάτ.
4
Him that dieth of Baasha in the city shall the dogs eat; and him that dieth of his in the fields shall the fowls of the air eat.
Τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.
5
Now the rest of the acts of Baasha, and what he did, and his might, are they not written in the book of the chronicles of the kings of Israel?
Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
6
So Baasha slept with his fathers, and was buried in Tirzah: and Elah his son reigned in his stead.
Καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσᾷ, καὶ βασιλεύει Ἠλὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
7
And also by the hand of the prophet Jehu the son of Hanani came the word of the Lord against Baasha, and against his house, even for all the evil that he did in the sight of the Lord, in provoking him to anger with the work of his hands, in being like the house of Jeroboam; and because he killed him.
Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
8
In the twenty and sixth year of Asa king of Judah began Elah the son of Baasha to reign over Israel in Tirzah, two years.
Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσᾷ.
9
And his servant Zimri, captain of half his chariots, conspired against him, as he was in Tirzah, drinking himself drunk in the house of Arza steward of his house in Tirzah.
Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσᾷ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσᾶ τοῦ οἰκονόμου ἐν Θερσᾷ.
10
And Zimri went in and smote him, and killed him, in the twenty and seventh year of Asa king of Judah, and reigned in his stead.
Καὶ εἰσῆλθε Σαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ.
11
And it came to pass, when he began to reign, as soon as he sat on his throne, that he slew all the house of Baasha: he left him not one that pisseth against a wall, neither of his kinsfolks, nor of his friends.
Καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ,
12
Thus did Zimri destroy all the house of Baasha, according to the word of the Lord, which he spake against Baasha by Jehu the prophet,
κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ, καὶ πρὸς Ἰοὺ τὸν προφήτην
13
For all the sins of Baasha, and the sins of Elah his son, by which they sinned, and by which they made Israel to sin, in provoking the Lord God of Israel to anger with their vanities.
περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
14
Now the rest of the acts of Elah, and all that he did, are they not written in the book of the chronicles of the kings of Israel?
Καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
15
In the twenty and seventh year of Asa king of Judah did Zimri reign seven days in Tirzah. And the people were encamped against Gibbethon, which belonged to the Philistines.
Καὶ Ζαμβρὶ ἐβασίλευσεν ἐν Θερσᾷ ἡμέρας ἑπτά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων.
16
And the people that were encamped heard say, Zimri hath conspired, and hath also slain the king: wherefore all Israel made Omri, the captain of the host, king over Israel that day in the camp.
Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.
17
And Omri went up from Gibbethon, and all Israel with him, and they besieged Tirzah.
Καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Γαβαθὼν, καὶ περιεκάθισαν ἐπὶ Θερσᾷ.
18
And it came to pass, when Zimri saw that the city was taken, that he went into the palace of the king’s house, and burnt the king’s house over him with fire, and died,
Καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐνεπύρισεν ἐπʼ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως, καὶ ἀπέθανεν
19
For his sins which he sinned in doing evil in the sight of the Lord, in walking in the way of Jeroboam, and in his sin which he did, to make Israel to sin.
ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ.
20
Now the rest of the acts of Zimri, and his treason that he wrought, are they not written in the book of the chronicles of the kings of Israel?
Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
21
Then were the people of Israel divided into two parts: half of the people followed Tibni the son of Ginath, to make him king; and half followed Omri.
Τότε μερίζεται ὁ λαὸς Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτὸν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ἀμβρί.
22
But the people that followed Omri prevailed against the people that followed Tibni the son of Ginath: so Tibni died, and Omri reigned.
Ὁ λαὸς ὁ ὢν ὀπίσω Ἀμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ· καὶ ἀπέθανε Θαμνὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Ἀμβρὶ μετὰ Θαμνί.
23
In the thirty and first year of Asa king of Judah began Omri to reign over Israel, twelve years: six years reigned he in Tirzah.
Ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ἀμβρὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν Θερσᾷ βασιλεύει ἓξ ἔτη.
24
And he bought the hill Samaria of Shemer for two talents of silver, and built on the hill, and called the name of the city which he built, after the name of Shemer, owner of the hill, Samaria.
Καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου· καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμησαν ἐπὶε τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους, Σεμηρών.
25
But Omri wrought evil in the eyes of the Lord, and did worse than all that were before him.
Καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
26
For he walked in all the way of Jeroboam the son of Nebat, and in his sin wherewith he made Israel to sin, to provoke the Lord God of Israel to anger with their vanities.
Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
27
Now the rest of the acts of Omri which he did, and his might that he shewed, are they not written in the book of the chronicles of the kings of Israel?
Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;
28
So Omri slept with his fathers, and was buried in Samaria: and Ahab his son reigned in his stead.
Καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἰκοσιπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοὐ Γαζουβὰ, θυγάτηρ Σελί·
καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν· ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων·
καὶ ἃ συνέθετο Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραὴλ, καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα;
καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῇρεν ἀπὸ τῆς γῆς·
καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· Νασίβ.
Καὶ ὁ βασιλεὺς Ἰωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ·
τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηΐ· καὶ οὐκ ἐβούλετο Ἰωσαφάτ·
καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
29
And in the thirty and eighth year of Asa king of Judah began Ahab the son of Omri to reign over Israel: and Ahab the son of Omri reigned over Israel in Samaria twenty and two years.
Ἐν ἔτει δευτέρῳ τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ἀχαὰβ υἱὸς Ἀμβρὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.
30
And Ahab the son of Omri did evil in the sight of the Lord above all that were before him.
Καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ.
31
And it came to pass, as if it had been a light thing for him to walk in the sins of Jeroboam the son of Nebat, that he took to wife Jezebel the daughter of Ethbaal king of the Zidonians, and went and served Baal, and worshipped him.
Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ.
32
And he reared up an altar for Baal in the house of Baal, which he had built in Samaria.
Καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ.
33
And Ahab made a grove; and Ahab did more to provoke the Lord God of Israel to anger than all the kings of Israel that were before him.
Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
34
In his days did Hiel the Beth–elite build Jericho: he laid the foundation thereof in Abiram his firstborn, and set up the gates thereof in his youngest son Segub, according to the word of the Lord, which he spake by Joshua the son of Nun.
Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ ὁ Βαιθηλίτης τὴν Ἱεριχώ· ἐν τῷ Ἀβιρὼν πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν, καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυῆ.