Skip to content
Bible Notetaker

1 Kings 7

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
But Solomon was building his own house thirteen years, and he finished all his house.
Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν, καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου,
2
He built also the house of the forest of Lebanon; the length thereof was an hundred cubits, and the breadth thereof fifty cubits, and the height thereof thirty cubits, upon four rows of cedar pillars, with cedar beams upon the pillars.
υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος· τέκτων χαλκοῦ, καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών· καὶ ἐποίησε πάντα τὰ ἔργα.
3
And it was covered with cedar above upon the beams, that lay on forty five pillars, fifteen in a row.
Καὶ ἐχώνευσε τοὺς δύο στύλους τῷ αἰλὰμ τοῦ οἴκου· ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου· καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτὸν τὸ πάχος τοῦ στύλου· τεσσάρων δσκτύλων τὰ κοιλώματα· καὶ οὕτως ὁ στύλος ὁ δεύτερος·
4
And there were windows in three rows, and light was against light in three ranks.
Καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτά· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνὸς, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου
5
And all the doors and posts were square, with the windows: and light was against light in three ranks.
Καὶ ἐποίησε δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων· καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνὶ, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ.
6
And he made a porch of pillars; the length thereof was fifty cubits, and the breadth thereof thirty cubits: and the porch was before them: and the other pillars and the thick beam were before them.
Καὶ ἔργον κρεμαστὸν, δύο στίχοι ῥοῶν χαλκῶν, δεδικτυωμένοι, ἔργον κρεμαστὸν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησε τῷ ἐπιθέματι τῷ δευτέρῳ.
7
Then he made a porch for the throne where he might judge, even the porch of judgment: and it was covered with cedar from one side of the floor to the other.
Καὶ ἔστησε τοὺς στύλους τοῦ αἰλὰμ τοῦ ναοῦ· καὶ ἔστησε τὸν στύλον τὸν ἕνα, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰαχούμ· καὶ ἔστησε τὸν στύλον τὸν δεύτερον, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐτοῦ Βολώζ.
8
And his house where he dwelt had another court within the porch, which was of the like work. Solomon made also an house for Pharaoh’s daughter, whom he had taken to wife, like unto this porch.
Καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αἰλὰμ τεσσάρων πηχῶν·
9
All these were of costly stones, according to the measures of hewed stones, sawed with saws, within and without, even from the foundation unto the coping, and so on the outside toward the great court.
καὶ μέλαθρον ἐπʼ ἀμφοτέρων τῶν στύλων· καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει.
10
And the foundation was of costly stones, even great stones, stones of ten cubits, and stones of eight cubits.
Καὶ ἐποίησε τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγυλόν κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς· καὶ συνηγμένη τρεῖς καὶ τριάκοντα ἐν πήχει.
11
And above were costly stones, after the measures of hewed stones, and cedars.
Καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτὴν δέκα ἐν πήχει κυκλόθεν·
12
And the great court round about was with three rows of hewed stones, and a row of cedar beams, both for the inner court of the house of the Lord, and for the porch of the house.
καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου· καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
13
And king Solomon sent and fetched Hiram out of Tyre.
Καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βοῤῥὰν, καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν, καὶ οἱ τρεῖς ἐπιβλέποντες Νότον, καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν· καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον, καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἐπάνωθεν.
14
He was a widow’s son of the tribe of Naphtali, and his father was a man of Tyre, a worker in brass: and he was filled with wisdom, and understanding, and cunning to work all works in brass. And he came to king Solomon, and wrought all his work.
Καὶ ἐποίησε δέκα μεχωνὼθ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνὼθ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις τὸ πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.
15
For he cast two pillars of brass, of eighteen cubits high apiece: and a line of twelve cubits did compass either of them about.
Καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνὼθ συγκλειστὸν αὐτοῖς, καὶ συγκλειστὸν ἀναμέσον τῶν ἐξεχομένων.
16
And he made two chapiters of molten brass, to set upon the tops of the pillars: the height of the one chapiter was five cubits, and the height of the other chapiter was five cubits:
Καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀναμέσον ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβὶμ, καὶ ἐπὶ τῶν ἐξεχομένων, οὕτως καὶ ἐπάνωθεν, καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως.
17
And nets of checker work, and wreaths of chain work, for the chapiters which were upon the top of the pillars; seven for the one chapiter, and seven for the other chapiter.
Καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνὼθ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων.
18
And he made the pillars, and two rows round about upon the one network, to cover the chapiters that were upon the top, with pomegranates: and so did he for the other chapiter.
Καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνώθ. Καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
19
And the chapiters that were upon the top of the pillars were of lily work in the porch, four cubits.
Καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν πάντα χωνευτά.
20
And the chapiters upon the two pillars had pomegranates also above, over against the belly which was by the network: and the pomegranates were two hundred in rows round about upon the other chapiter.
Αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνὼθ τῆς μιᾶς, ἐκ τῆς μεχωνὼθ οἱ ὦμοι αὐτῆς.
21
And he set up the pillars in the porch of the temple: and he set up the right pillar, and called the name thereof Jachin: and he set up the left pillar, and called the name thereof Boaz.
Καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μέγεθος αὐτῆς στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς.
22
And upon the top of the pillars was lily work: so was the work of the pillars finished.
Καὶ τὰ συγκλείσματα αὐτῆς χερουβὶμ καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.
23
And he made a molten sea, ten cubits from the one brim to the other: it was round all about, and his height was five cubits: and a line of thirty cubits did compass it round about.
Κατʼ αὐτὴν ἐποίησε πάσας τὰς δέκα μεχωνὼθ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις.
24
And under the brim of it round about there were knops compassing it, ten in a cubit, compassing the sea round about: the knops were cast in two rows, when it was cast.
Καὶ ἐποίησε δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν ἕνα χυτρόκαυλον μετρήσει τεσσάρων πήχων· χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ ταῖς δέκα μεχωνώθ.
25
It stood upon twelve oxen, three looking toward the north, and three looking toward the west, and three looking toward the south, and three looking toward the east: and the sea was set above upon them, and all their hinder parts were inward.
Καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν, καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὡμίας τοῦ οἴκου ἐκ δεξιῶν κατʼ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ Νότου.
26
And it was an hand breadth thick, and the brim thereof was wrought like the brim of a cup, with flowers of lilies: it contained two thousand baths.
Καὶ ἐποίησε Χιρὰμ τοὺς λέβητας καὶ τὰς θερμαστρεῖς καὶ τὰς φιάλας· καὶ συνετέλεσε Χιρὰμ ποιῶν πάντα τὰ ἔργα ἃ ἐποίησε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου·
27
And he made ten bases of brass; four cubits was the length of one base, and four cubits the breadth thereof, and three cubits the height of it.
Στύλους δύο, καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων.
28
And the work of the bases was on this manner: they had borders, and the borders were between the ledges:
Τὰς ῥοὰς τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ, περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπτὰ τῆς μεχωνὼθ ἐπʼ ἀμφοτέροις τοῖς στύλοις·
29
And on the borders that were between the ledges were lions, oxen, and cherubims: and upon the ledges there was a base above: and beneath the lions and oxen were certain additions made of thin work.
Καὶ τὰ μεχωνὼθ δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ·
30
And every base had four brasen wheels, and plates of brass: and the four corners thereof had undersetters: under the laver were undersetters molten, at the side of every addition.
Καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης·
31
And the mouth of it within the chapiter and above was a cubit: but the mouth thereof was round after the work of the base, a cubit and an half: and also upon the mouth of it were gravings with their borders, foursquare, not round.
Καὶ τοὺς λέβητας καὶ τὰς θερμαστρεῖς καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησε Χιρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῳ Κυρίου· καὶ οἱ στύλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἔργα τοῦ βασιλέως ἃ ἐποίησε Χιρὰμ χαλκᾶ ἄρδην.
32
And under the borders were four wheels; and the axletrees of the wheels were joined to the base: and the height of a wheel was a cubit and half a cubit.
Οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησε πάντα τὰ ἔργα ταῦτα ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν τοῦ χαλκοῦ.
33
And the work of the wheels was like the work of a chariot wheel: their axletrees, and their naves, and their felloes, and their spokes, were all molten.
Ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ἐν τῷ πάχει τῆς γῆς ἀναμέσον Σοκχὼθ καὶ ἀναμέσον Σειρά.
34
And there were four undersetters to the four corners of one base: and the undersetters were of the very base itself.
Καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφʼ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς, χρυσῆν,
35
And in the top of the base was there a round compass of half a cubit high: and on the top of the base the ledges thereof and the borders thereof were of the same.
καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν, καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια, καὶ τοὺς λύχνους, καὶ τὰς ἐπαρύστρις χρυσᾶς.
36
For on the plates of the ledges thereof, and on the borders thereof, he graved cherubims, lions, and palm trees, according to the proportion of every one, and additions round about.
Καὶ τὰ πρόθυρα, καὶ οἱ ἧλοι, καὶ αἱ φιάλαι, καὶ τὰ τρυβλία, καὶ αἱ θυΐσκαι χρυσαῖ, συγκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυσᾶς.
37
After this manner he made the ten bases: all of them had one casting, one measure, and one size.
Καὶ ἀνεπληρώθη τὸ ἔργον ὃ ἐποίησε Σαλωμὼν οἴκου Κυρίου· καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ πάντα τὰ ἅγια Σαλωμὼν, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.
38
Then made he ten lavers of brass: one laver contained forty baths: and every laver was four cubits: and upon every one of the ten bases one laver.
Καὶ τὸν οἶκον ἑαυτῷ ᾠκοδόμησε Σαλωμὼν τρισκαίδεκα ἔτεσι·
39
And he put five bases on the right side of the house, and five on the left side of the house: and he set the sea on the right side of the house eastward over against the south.
Καὶ ᾠκοδόμησε τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στύχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
40
And Hiram made the lavers, and the shovels, and the basons. So Hiram made an end of doing all the work that he made king Solomon for the house of the Lord:
Καὶ ἐφάτνωσε τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε ὁ στίχος,
41
The two pillars, and the two bowls of the chapiters that were on the top of the two pillars; and the two networks, to cover the two bowls of the chapiters which were upon the top of the pillars;
καὶ μέλαθρα τρία, καὶ χῶρα ἐπὶ χώραν τρισσῶς.
42
And four hundred pomegranates for the two networks, even two rows of pomegranates for one network, to cover the two bowls of the chapiters that were upon the pillars;
Καὶ πάντα τὰ θυρώματα, καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι· καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς.
43
And the ten bases, and ten lavers on the bases;
Καὶ τὸ αἰλὰμ τῶν στύλων, πεντήκοντα μῆκος, καὶ πεντήκοντα ἐν πλάτει ἐζυγωμένα αἰλὰμ ἐπὶ πρόσωπον αὐτῶν· καὶ στύλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αἰλαμίν.
44
And one sea, and twelve oxen under the sea;
Καὶ τὸ αἰλὰμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ, αἰλὰμ τοῦ κριτηρίου.
45
And the pots, and the shovels, and the basons: and all these vessels, which Hiram made to king Solomon for the house of the Lord, were of bright brass.
Καὶ ὁ οἶκος αὐτῶν ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· Καὶ οἶκον τῇ θυγατρὶ Φαραὼ ἣν ἔλαβε Σαλωμὼν, κατὰ τὸ αἰλὰμ τοῦτο.
46
In the plain of Jordan did the king cast them, in the clay ground between Succoth and Zarthan.
Πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν· καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην,
47
And Solomon left all the vessels unweighed, because they were exceeding many: neither was the weight of the brass found out.
τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι καὶ τοῖς ὀκταπήχεσι·
48
And Solomon made all the vessels that pertained unto the house of the Lord: the altar of gold, and the table of gold, whereupon the shewbread was,
Καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων, καὶ κέδροις.
49
And the candlesticks of pure gold, five on the right side, and five on the left, before the oracle, with the flowers, and the lamps, and the tongs of gold,
Τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων, καὶ στίχος κεκολαμμένης κέδρου·
50
And the bowls, and the snuffers, and the basons, and the spoons, and the censers of pure gold; and the hinges of gold, both for the doors of the inner house, the most holy place, and for the doors of the house, to wit, of the temple.
καὶ συνετέλεσε Σαλωμὼν ὅλον τὸν οἶκον αὐτοῦ.
51
So was ended all the work that king Solomon made for the house of the Lord. And Solomon brought in the things which David his father had dedicated; even the silver, and the gold, and the vessels, did he put among the treasures of the house of the Lord.
—