Skip to content
Bible Notetaker

2 Chronicles 1

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
And Solomon the son of David was strengthened in his kingdom, and the Lord his God was with him, and magnified him exceedingly.
ΚΑΙ ἐνίσχυσε Σαλωμὼν υἱὸς Δαυὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.
2
Then Solomon spake unto all Israel, to the captains of thousands and of hundreds, and to the judges, and to every governor in all Israel, the chief of the fathers.
Καὶ εἶπε Σαλωμὼν πρὸς πάντα Ἰσραὴλ, τοῖς χιλιάρχοις, καὶ τοῖς ἑκατοντάρχοις, καὶ τοῖς κριταῖς, καὶ πᾶσι τοῖς ἄρχουσιν ἐναντίον Ἰσραὴλ τοῖς ἄρχουσι τῶν πατριῶν.
3
So Solomon, and all the congregation with him, went to the high place that was at Gibeon; for there was the tabernacle of the congregation of God, which Moses the servant of the Lord had made in the wilderness.
καὶ ἐπορεύθη Σαλωμὼν καὶ πᾶσα ἡ ἐκκλησία εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαὼν, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ Θεοῦ, ἣν ἐποίησε Μωυσῆς παῖς Κυρίου ἐν τῇ ἐρήμῳ.
4
But the ark of God had David brought up from Kirjath–jearim to the place which David had prepared for it: for he had pitched a tent for it at Jerusalem.
Ἀλλὰ κιβωτὸν τοῦ Θεοῦ ἀνήνεγκε Δαυὶδ ἐκ πόλεως Καριαθιαρὶμ, ὅτι ἡτοίμασεν αὐτῇ Δαυὶδ, ὅτι ἔπηξεν αὐτῇ σκηνὴν ἐν Ἱερουσαλήμ.
5
Moreover the brasen altar, that Bezaleel the son of Uri, the son of Hur, had made, he put before the tabernacle of the Lord: and Solomon and the congregation sought unto it.
Καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησε Βεσελεὴλ υἱὸς Οὐρίου υἱοῦ Ὢρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς Κυρίου· καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμὼν καὶ ἡ ἐκκλησία,
6
And Solomon went up thither to the brasen altar before the Lord, which was at the tabernacle of the congregation, and offered a thousand burnt offerings upon it.
καὶ ἤνεγκε Σαλωμὼν ἐκεῖ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον Κυρίου τὸ ἐν τῇ σκηνῇ, καὶ ἤνεγκεν ἐπʼ αὐτῷ ὁλοκαύτωσιν χιλίαν.
7
In that night did God appear unto Solomon, and said unto him, Ask what I shall give thee.
Ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη Θεὸς τῷ Σαλωμὼν, καὶ εἶπεν αὐτῷ, αἴτησαι τί σοι δῶ.
8
And Solomon said unto God, Thou hast shewed great mercy unto David my father, and hast made me to reign in his stead.
Καὶ εἶπε Σαλωμὼν πρὸς τὸν Θεὸν, σὺ ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καὶ ἐβασίλευσάς με ἀντʼ αὐτοῦ.
9
Now, O Lord God, let thy promise unto David my father be established: for thou hast made me king over a people like the dust of the earth in multitude.
Καὶ νῦν, Κύριε ὁ Θεὸς, πιστωθήτω δὴ τὸ ὄνομά σου ἐπὶ Δαυὶδ τὸν πατέρα μου, ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν, ὡς ὁ χοῖς τῆς γῆς.
10
Give me now wisdom and knowledge, that I may go out and come in before this people: for who can judge this thy people, that is so great?
Νῦν σοφίαν καὶ σύνεσιν δός μοι, καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι, ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον;
11
And God said to Solomon, Because this was in thine heart, and thou hast not asked riches, wealth, or honour, nor the life of thine enemies, neither yet hast asked long life; but hast asked wisdom and knowledge for thyself, that thou mayest judge my people, over whom I have made thee king:
Καὶ εἶπεν ὁ Θεὸς πρὸς Σαλωμὼν, ἀνθʼ ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου, καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων, οὐδὲ δόξαν, οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων, καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω, καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν, ὅπως κρίνῃς τὸν λαόν μου, ἐφʼ ὃν ἐβασίλευσά σε ἐπʼ αὐτὸν,
12
Wisdom and knowledge is granted unto thee; and I will give thee riches, and wealth, and honour, such as none of the kings have had that have been before thee, neither shall there any after thee have the like.
τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι, ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως.
13
Then Solomon came from his journey to the high place that was at Gibeon to Jerusalem, from before the tabernacle of the congregation, and reigned over Israel.
Καὶ ἦλθε Σαλωμὼν ἐκ βαμὰ τῆς ἐν Γαβαὼν εἰς Ἱερουσαλὴμ πρὸ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ.
14
And Solomon gathered chariots and horsemen: and he had a thousand and four hundred chariots, and twelve thousand horsemen, which he placed in the chariot cities, and with the king at Jerusalem.
Καὶ συνήγαγε Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χιλία καὶ τετρακόσια ἅρματα, καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσι τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.
15
And the king made silver and gold at Jerusalem as plenteous as stones, and cedar trees made he as the sycomore trees that are in the vale for abundance.
Καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
16
And Solomon had horses brought out of Egypt, and linen yarn: the king’s merchants received the linen yarn at a price.
Καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως πορεύεσθαι, καὶ ἠγόραζον,
17
And they fetched up, and brought forth out of Egypt a chariot for six hundred shekels of silver, and an horse for an hundred and fifty: and so brought they out horses for all the kings of the Hittites, and for the kings of Syria, by their means.
καὶ ἐνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου, καὶ ἵππον πεντήκοντα καὶ ἑκατὸν ἀργυρίου· καὶ οὕτω πᾶσι τοῖς βασιλεῦσι τῶν Χετταίων καὶ τοῖς βασιλεῦσι Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.
18
—
Καὶ εἶπε Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου, καὶ οἶκον τῷ βασιλείᾳ αὐτοῦ.