Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Now Jehoshaphat had riches and honour in abundance, and joined affinity with Ahab.
Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλὴ, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.
2
And after certain years he went down to Ahab to Samaria. And Ahab killed sheep and oxen for him in abundance, and for the people that he had with him, and persuaded him to go up with him to Ramoth–gilead.
Καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος.
3
And Ahab king of Israel said unto Jehoshaphat king of Judah, Wilt thou go with me to Ramoth–gilead? And he answered him, I am as thou art, and my people as thy people; and we will be with thee in the war.
Καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, εἰ πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ, ὡς ἐγὼ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.
4
And Jehoshaphat said unto the king of Israel, Enquire, I pray thee, at the word of the Lord to day.
Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, ζήτησον δὴ σήμερον τὸν Κύριον.
5
Therefore the king of Israel gathered together of prophets four hundred men, and said unto them, Shall we go to Ramoth–gilead to battle, or shall I forbear? And they said, Go up; for God will deliver it into the king’s hand.
Καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίοχω; καὶ εἶπαν, ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.
6
But Jehoshaphat said, Is there not here a prophet of the Lord besides, that we might enquire of him?
Καὶ εἶπεν Ἰωσαφὰτ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι, καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ;
7
And the king of Israel said unto Jehoshaphat, There is yet one man, by whom we may enquire of the Lord: but I hate him; for he never prophesied good unto me, but always evil: the same is Micaiah the son of Imla. And Jehoshaphat said, Let not the king say so.
Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον διʼ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτὸν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακὰ, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά· καὶ εἶπεν Ἰωσαφὰτ, μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.
8
And the king of Israel called for one of his officers, and said, Fetch quickly Micaiah the son of Imla.
Καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα, καὶ εἶπε, τάχος Μιχαίαν υἱὸν Ἰεμβλά.
9
And the king of Israel and Jehoshaphat king of Judah sat either of them on his throne, clothed in their robes, and they sat in a void place at the entering in of the gate of Samaria; and all the prophets prophesied before them.
Καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ, καὶ ἐνδεδυμένοι στολὰς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται προεφήτευον ἐναντίον αὐτῶν.
10
And Zedekiah the son of Chenaanah had made him horns of iron, and said, Thus saith the Lord, With these thou shalt push Syria until they be consumed.
Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.
11
And all the prophets prophesied so, saying, Go up to Ramoth–gilead, and prosper: for the Lord shall deliver it into the hand of the king.
Καὶ πάντες οἱ προφῆται προεφήτευον οὕτω, λέγοντες, ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
12
And the messenger that went to call Micaiah spake to him, saying, Behold, the words of the prophets declare good to the king with one assent; let thy word therefore, I pray thee, be like one of theirs, and speak thou good.
Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.
13
And Micaiah said, As the Lord liveth, even what my God saith, that will I speak.
Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρὸς μὲ, αὐτὸ λαλήσω.
14
And when he was come to the king, the king said unto him, Micaiah, shall we go to Ramoth–gilead to battle, or shall I forbear? And he said, Go ye up, and prosper, and they shall be delivered into your hand.
Καὶ ἦλθε πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.
15
And the king said to him, How many times shall I adjure thee that thou say nothing but the truth to me in the name of the Lord?
Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;
16
Then he said, I did see all Israel scattered upon the mountains, as sheep that have no shepherd: and the Lord said, These have no master; let them return therefore every man to his house in peace.
Καὶ εἶπεν, εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
17
And the king of Israel said to Jehoshaphat, Did I not tell thee that he would not prophesy good unto me, but evil?
Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλʼ ἢ κακά;
18
Again he said, Therefore hear the word of the Lord; I saw the Lord sitting upon his throne, and all the host of heaven standing on his right hand and on his left.
Καὶ εἶπεν, οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
19
And the Lord said, Who shall entice Ahab king of Israel, that he may go up and fall at Ramoth–gilead? And one spake saying after this manner, and another saying after that manner.
Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.
20
Then there came out a spirit, and stood before the Lord, and said, I will entice him. And the Lord said unto him, Wherewith?
Καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν· καὶ εἶπε Κύριος, ἐν τίνι;
21
And he said, I will go out, and be a lying spirit in the mouth of all his prophets. And the Lord said, Thou shalt entice him, and thou shalt also prevail: go out, and do even so.
Καὶ εἶπεν, ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν, ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.
22
Now therefore, behold, the Lord hath put a lying spirit in the mouth of these thy prophets, and the Lord hath spoken evil against thee.
Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
23
Then Zedekiah the son of Chenaanah came near, and smote Micaiah upon the cheek, and said, Which way went the Spirit of the Lord from me to speak unto thee?
Καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπεν αὐτῷ, ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρʼ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;
24
And Micaiah said, Behold, thou shalt see on that day when thou shalt go into an inner chamber to hide thyself.
Καὶ εἶπε Μιχαίας, ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι.
25
Then the king of Israel said, Take ye Micaiah, and carry him back to Amon the governor of the city, and to Joash the king’s son;
Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως, καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως,
26
And say, Thus saith the king, Put this fellow in the prison, and feed him with bread of affliction and with water of affliction, until I return in peace.
καὶ ἐρεῖτε, οὕτως εἶπεν ὁ βασιλεὺς, ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως, ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
27
And Micaiah said, If thou certainly return in peace, then hath not the Lord spoken by me. And he said, Hearken, all ye people.
Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· καὶ εἶπεν, ἀκούσατε λαοὶ πάντες.
28
So the king of Israel and Jehoshaphat the king of Judah went up to Ramoth–gilead.
Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, εἰς Ῥαμὼθ Γαλαάδ.
29
And the king of Israel said unto Jehoshaphat, I will disguise myself, and will go to the battle; but put thou on thy robes. So the king of Israel disguised himself; and they went to the battle.
Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, κατακάλυψόν με, καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
30
Now the king of Syria had commanded the captains of the chariots that were with him, saying, Fight ye not with small or great, save only with the king of Israel.
Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετʼ αὐτοῦ, λέγων, μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.
31
And it came to pass, when the captains of the chariots saw Jehoshaphat, that they said, It is the king of Israel. Therefore they compassed about him to fight: but Jehoshaphat cried out, and the Lord helped him; and God moved them to depart from him.
Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ, καὶ αὐτοὶ εἶπαν, βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφὰτ, καὶ Κύριος ἔσωσεν αὐτὸν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπʼ αὐτοῦ.
32
For it came to pass, that, when the captains of the chariots perceived that it was not the king of Israel, they turned back again from pursuing him.
Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραὴλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.
33
And a certain man drew a bow at a venture, and smote the king of Israel between the joints of the harness: therefore he said to his chariot man, Turn thine hand, that thou mayest carry me out of the host; for I am wounded.
Καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνίοχῳ, ἐπίστρεφε τὴν χεῖρά σου, ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
34
And the battle increased that day: howbeit the king of Israel stayed himself up in his chariot against the Syrians until the even: and about the time of the sun going down he died.
Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας, καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.