Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
And Jehoshaphat the king of Judah returned to his house in peace to Jerusalem.
Καὶ ἐπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ.
2
And Jehu the son of Hanani the seer went out to meet him, and said to king Jehoshaphat, Shouldest thou help the ungodly, and love them that hate the Lord? therefore is wrath upon thee from before the Lord.
Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰηοὺ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐτῷ, βασιλεὺς Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου.
3
Nevertheless there are good things found in thee, in that thou hast taken away the groves out of the land, and hast prepared thine heart to seek God.
Ὅτι ἀλλʼ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῇρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον.
4
And Jehoshaphat dwelt at Jerusalem: and he went out again through the people from Beer–sheba to mount Ephraim, and brought them back unto the Lord God of their fathers.
Καὶ κατῴκησεν Ἰωσαφὰτ εἰς Ἱερουσαλήμ· καὶ πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεὲ ἕως ὄρους Ἐφραὶμ, καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον Θεὸν τῶν πάτερων αὐτῶν.
5
And he set judges in the land throughout all the fenced cities of Judah, city by city,
Καὶ κατέστησε τοὺς κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς, ἐν πόλει καὶ πόλει.
6
And said to the judges, Take heed what ye do: for ye judge not for man, but for the Lord, who is with you in the judgment.
Καὶ εἶπε τοῖς κριταῖς, ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε, ἀλλʼ ἢ τῷ Κυρίῳ, καὶ μεθʼ ὑμῶν λόγοι τῆς κρίσεως.
7
Wherefore now let the fear of the Lord be upon you; take heed and do it: for there is no iniquity with the Lord our God, nor respect of persons, nor taking of gifts.
Καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφʼ ὑμᾶς, καὶ φυλάσσετε καὶ ποιήσατε, ὅτι οὐκ ἔστι μετὰ Κυρίου Θεοῦ ἡμῶν ἀδικία, οὐδὲ θαυμάσαι πρόσωπον, οὐδὲ λαβεῖν δῶρα.
8
Moreover in Jerusalem did Jehoshaphat set of the Levites, and of the priests, and of the chief of the fathers of Israel, for the judgment of the Lord, and for controversies, when they returned to Jerusalem.
Καί γε ἐν Ἱερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου, καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ.
9
And he charged them, saying, Thus shall ye do in the fear of the Lord, faithfully, and with a perfect heart.
Καὶ ἐνετείλατο πρὸς αὐτοὺς, λέγων, οὕτω ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ, καὶ ἐν πλήρει καρδίᾳ·
10
And what cause soever shall come to you of your brethren that dwell in their cities, between blood and blood, between law and commandment, statutes and judgments, ye shall even warn them that they trespass not against the Lord, and so wrath come upon you, and upon your brethren: this do, and ye shall not trespass.
Πᾶς ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφʼ ὑμᾶς τῶν ἀδελφῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀναμέσον αἷμα αἵματος, καὶ ἀναμέσον τοῦ προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα, καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ὀργὴ ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.
11
And, behold, Amariah the chief priest is over you in all matters of the Lord; and Zebadiah the son of Ishmael, the ruler of the house of Judah, for all the king’s matters: also the Levites shall be officers before you. Deal courageously, and the Lord shall be with the good.
Καὶ ἰδοὺ Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφʼ ὑμᾶς εἰς πάντα λόγον Κυρίου, καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.