Skip to content
Bible Notetaker

2 Chronicles 2

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
And Solomon determined to build an house for the name of the Lord, and an house for his kingdom.
Καὶ συνήγαγε Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπʼ αὐτῶν τρισχίλιοι ἑξακόσιοι.
2
And Solomon told out threescore and ten thousand men to bear burdens, and fourscore thousand to hew in the mountain, and three thousand and six hundred to oversee them.
Καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ βασιλέα Τύρου, λέγων, ὡς ἐποίησας μετὰ Δαυὶδ τοῦ πατρός μου, καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι ἑαυτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ,
3
And Solomon sent to Huram the king of Tyre, saying, As thou didst deal with David my father, and didst send him cedars to build him an house to dwell therein, even so deal with me.
καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιᾷν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διαπαντὸς, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διαπαντὸς τοπρωῒ καὶ τοδείλης, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν ταῖς ἑορταῖς τοῦ Κυρίου Θεοῦ ἡμῶν· εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ.
4
Behold, I build an house to the name of the Lord my God, to dedicate it to him, and to burn before him sweet incense, and for the continual shewbread, and for the burnt offerings morning and evening, on the sabbaths, and on the new moons, and on the solemn feasts of the Lord our God. This is an ordinance for ever to Israel.
Καὶ ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ, μέγας, ὅτι μέγας Κύριος ὁ Θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς.
5
And the house which I build is great: for great is our God above all gods.
Καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον; ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσι τὴς δόξαν αὐτοῦ· καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον; ὅτι ἀλλʼ ἢ τοῦ θυμιᾷν κατέναντι αὐτοῦ.
6
But who is able to build him an house, seeing the heaven and heaven of heavens cannot contain him? who am I then, that I should build him an house, save only to burn sacrifice before him?
Καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ, καὶ ἐν τῷ ἀργυρίῳ, καὶ ἐν τῷ χαλκῷ, καὶ ἐν τῷ σιδήρῳ, καὶ ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ, ἃ ἡτοίμασε Δαυὶδ ὁ πατήρ μου.
7
Send me now therefore a man cunning to work in gold, and in silver, and in brass, and in iron, and in purple, and crimson, and blue, and that can skill to grave with the cunning men that are with me in Judah and in Jerusalem, whom David my father did provide.
Καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασι κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου
8
Send me also cedar trees, fir trees, and algum trees, out of Lebanon: for I know that thy servants can skill to cut timber in Lebanon; and, behold, my servants shall be with thy servants,
πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὃν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος.
9
Even to prepare me timber in abundance: for the house which I am about to build shall be wonderful great.
Καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα, εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας, καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
10
And, behold, I will give to thy servants, the hewers that cut timber, twenty thousand measures of beaten wheat, and twenty thousand measures of barley, and twenty thousand baths of wine, and twenty thousand baths of oil.
Καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ, καὶ ἀνέστειλε πρὸς Σαλωμὼν, λέγων, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ, ἔδωκέ σε ἐπʼ αὐτοὺς βασιλέα.
11
Then Huram the king of Tyre answered in writing, which he sent to Solomon, Because the Lord hath loved his people, he hath made thee king over them.
Καὶ εἶπε Χιρὰμ, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷ Δαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν, καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ, καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.
12
Huram said moreover, Blessed be the Lord God of Israel, that made heaven and earth, who hath given to David the king a wise son, endued with prudence and understanding, that might build an house for the Lord, and an house for his kingdom.
Καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου,
13
And now I have sent a cunning man, endued with understanding, of Huram my father’s,
ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δὰν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ, καὶ ἐν ἀργυρίῳ, καὶ ἐν χαλκῷ, καὶ ἐν σιδήρῳ, καὶ ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐν τῇ βύσσῳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφὰς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου, καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.
14
The son of a woman of the daughters of Dan, and his father was a man of Tyre, skilful to work in gold, and in silver, in brass, in iron, in stone, and in timber, in purple, in blue, and in fine linen, and in crimson; also to grave any manner of graving, and to find out every device which shall be put to him, with thy cunning men, and with the cunning men of my lord David thy father.
Καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν, καὶ τὸ ἔλαιον, καὶ τὸν οἶνον ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.
15
Now therefore the wheat, and the barley, the oil, and the wine, which my lord hath spoken of, let him send unto his servants:
Καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου, καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἱερουσαλήμ.
16
And we will cut wood out of Lebanon, as much as thou shalt need: and we will bring it to thee in floats by sea to Joppa; and thou shalt carry it up to Jerusalem.
Καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.
17
And Solomon numbered all the strangers that were in the land of Israel, after the numbering wherewith David his father had numbered them; and they were found an hundred and fifty thousand and three thousand and six hundred.
Καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων, καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.
18
And he set threescore and ten thousand of them to be bearers of burdens, and fourscore thousand to be hewers in the mountain, and three thousand and six hundred overseers to set the people a work.
—