Skip to content
Bible Notetaker

Deuteronomy 14

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
Ye are the children of the Lord your God: ye shall not cut yourselves, nor make any baldness between your eyes for the dead.
Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀναμέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ.
2
For thou art an holy people unto the Lord thy God, and the Lord hath chosen thee to be a peculiar people unto himself, above all the nations that are upon the earth.
Ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σε ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.
3
Thou shalt not eat any abominable thing.
Οὐ φάγεσθε πᾶν βδέλυγμα.
4
These are the beasts which ye shall eat: the ox, the sheep, and the goat,
Ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν·
5
The hart, and the roebuck, and the fallow deer, and the wild goat, and the pygarg, and the wild ox, and the chamois.
ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα, καὶ καμηλοπάρδαλιν.
6
And every beast that parteth the hoof, and cleaveth the cleft into two claws, and cheweth the cud among the beasts, that ye shall eat.
Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε.
7
Nevertheless these ye shall not eat of them that chew the cud, or of them that divide the cloven hoof; as the camel, and the hare, and the coney: for they chew the cud, but divide not the hoof; therefore they are unclean unto you.
Καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, καὶ δασύποδα, καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσι μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι.
8
And the swine, because it divideth the hoof, yet cheweth not the cud, it is unclean unto you: ye shall not eat of their flesh, nor touch their dead carcase.
Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.
9
These ye shall eat of all that are in the waters: all that have fins and scales shall ye eat:
Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι, πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.
10
And whatsoever hath not fins and scales ye may not eat; it is unclean unto you.
Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε· ἀκάθαρτα ὑμῖν ἐστι.
11
Of all clean birds ye shall eat.
Πᾶν ὄρνεον καθαρὸν φάγεσθε.
12
But these are they of which ye shall not eat: the eagle, and the ossifrage, and the ospray,
Καὶ ταῦτα οὐ φάγεσθε ἀπʼ αὐτῶν· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιάετον,
13
And the glede, and the kite, and the vulture after his kind,
καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον, καὶ τὰ ὅμοια αὐτῷ,
14
And every raven after his kind,
—
15
And the owl, and the night hawk, and the cuckow, and the hawk after his kind,
καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον,
16
The little owl, and the great owl, and the swan,
καὶ ἐρωδιὸν, καὶ κύκνον, καὶ ἶβιν,
17
And the pelican, and the gier eagle, and the cormorant,
καὶ καταράκτην, καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτικόρακα,
18
And the stork, and the heron after her kind, and the lapwing, and the bat.
καὶ πελακᾶνα, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα, καὶ νυκτερίδα.
19
And every creeping thing that flieth is unclean unto you: they shall not be eaten.
Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν· οὐ φάγεσθε ἀπʼ αὐτῶν.
20
But of all clean fowls ye may eat.
Πᾶν πετεινὸν καθαρὸν φάγεσθε.
21
Ye shall not eat of any thing that dieth of itself: thou shalt give it unto the stranger that is in thy gates, that he may eat it; or thou mayest sell it unto an alien: for thou art an holy people unto the Lord thy God. Thou shalt not seethe a kid in his mother’s milk.
Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ, ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
22
Thou shalt truly tithe all the increase of thy seed, that the field bringeth forth year by year.
Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν.
23
And thou shalt eat before the Lord thy God, in the place which he shall choose to place his name there, the tithe of thy corn, of thy wine, and of thine oil, and the firstlings of thy herds and of thy flocks; that thou mayest learn to fear the Lord thy God always.
Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.
24
And if the way be too long for thee, so that thou art not able to carry it; or if the place be too far from thee, which the Lord thy God shall choose to set his name there, when the Lord thy God hath blessed thee:
Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σοῦ,
25
Then shalt thou turn it into money, and bind up the money in thine hand, and shalt go unto the place which the Lord thy God shall choose:
καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.
26
And thou shalt bestow that money for whatsoever thy soul lusteth after, for oxen, or for sheep, or for wine, or for strong drink, or for whatsoever thy soul desireth: and thou shalt eat there before the Lord thy God, and thou shalt rejoice, thou, and thine household,
Καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἤ ἐπὶ προβάτοις, ἢ ἐτʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ φυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου,
27
And the Levite that is within thy gates; thou shalt not forsake him; for he hath no part nor inheritance with thee.
καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.
28
At the end of three years thou shalt bring forth all the tithe of thine increase the same year, and shalt lay it up within thy gates:
Μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου, ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου.
29
And the Levite, (because he hath no part nor inheritance with thee,) and the stranger, and the fatherless, and the widow, which are within thy gates, shall come, and shall eat and be satisfied; that the Lord thy God may bless thee in all the work of thine hand which thou doest.
Καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις οἷς ἐὰν ποιῇς.