Skip to content
Bible Notetaker

Ezekiel 42

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
Then he brought me forth into the utter court, the way toward the north: and he brought me into the chamber that was over against the separate place, and which was before the building toward the north.
Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολὰς, κατέναντι τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, καὶ εἰσήγαγέ με· καὶ ἰδοὺ ἐξέδραι πέντε, ἐχόμεναι τοῦ ἀπολοίπου, καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς Βοῤῥᾶν,
2
Before the length of an hundred cubits was the north door, and the breadth was fifty cubits.
ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς Βοῤῥᾶν, καὶ τὸ πλάτος πεντήκοντα,
3
Over against the twenty cubits which were for the inner court, and over against the pavement which was for the utter court, was gallery against gallery in three stories.
διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας ἐστοιχισμέναι, ἀντιπρόσωποι στοαὶ τρισσαί.
4
And before the chambers was a walk of ten cubits breadth inward, a way of one cubit; and their doors toward the north.
Καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος, καὶ τὰ θυρώματα αὐτῶν πρὸς Βοῤῥᾶν,
5
Now the upper chambers were shorter: for the galleries were higher than these, than the lower, and than the middlemost of the building.
καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως· ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα, καὶ οὕτως στοαὶ δύο.
6
For they were in three stories, but had not pillars as the pillars of the courts: therefore the building was straitened more than the lowest and the middlemost from the ground.
Διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διατοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς.
7
And the wall that was without over against the chambers, toward the utter court on the forepart of the chambers, the length thereof was fifty cubits.
Καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας, αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, μῆκος πηχῶν πεντήκοντα.
8
For the length of the chambers that were in the utter court was fifty cubits: and, lo, before the temple were an hundred cubits.
Ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ἦν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν.
9
And from under these chambers was the entry on the east side, as one goeth into them from the utter court.
Καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς, τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας,
10
The chambers were in the thickness of the wall of the court toward the east, over against the separate place, and over against the building.
κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου, καὶ τὰ πρὸς Νότον κατὰ πρόσωπον τοῦ Νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου, καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος, καὶ αἱ ἐξέδραι.
11
And the way before them was like the appearance of the chambers which were toward the north, as long as they, and as broad as they: and all their goings out were both according to their fashions, and according to their doors.
Καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς Βοῤῥᾶν, καὶ κατὰ τὸ μῆκος αὐτῶν, καὶ κατὰ τὸ εὖρος αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν, καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν, καὶ κατὰ τὰ φῶτα αὐτῶν, καὶ κατὰ τὰ θυρώματα αὐτῶν,
12
And according to the doors of the chambers that were toward the south was a door in the head of the way, even the way directly before the wall toward the east, as one entereth into them.
τῶν ἐξεδρῶν τῶν πρὸς Νότον, καὶ κατὰ τὰ θυρώματα ἀπʼ ἀρχῆς τοῦ περιπάτου, ὡς ἐπὶ φῶς διαστμήατος καλάμου, καὶ κατὰ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι διʼ αὐτῶν.
13
Then said he unto me, The north chambers and the south chambers, which are before the separate place, they be holy chambers, where the priests that approach unto the Lord shall eat the most holy things: there shall they lay the most holy things, and the meat offering, and the sin offering, and the trespass offering; for the place is holy.
Καὶ εἶπε πρὸς μὲ, αἱ ἐξέδραι αἱ πρὸς Βοῤῥᾶν, καὶ αἱ ἐξέδραι αἱ πρὸς Νότον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ, οἱ ἐγγίζοντες πρὸς Κύριον, τὰ ἅγια τῶν ἁγίων, καὶ ἐκεῖ θήσουσι τὰ ἅγια τῶν ἁγίων, καὶ τὴν θυσίαν, καὶ τὰ περὶ ἁμαρτίας, καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος.
14
When the priests enter therein, then shall they not go out of the holy place into the utter court, but there they shall lay their garments wherein they minister; for they are holy; and shall put on other garments, and shall approach to those things which are for the people.
Οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διαπαντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστι· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ.
15
Now when he had made an end of measuring the inner house, he brought me forth toward the gate whose prospect is toward the east, and measured it round about.
Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν· καὶ ἐξήγαγέ με καθʼ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς, καὶ διεμέτρησε τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει.
16
He measured the east side with the measuring reed, five hundred reeds, with the measuring reed round about.
Καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ διεμέτρησε πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
17
He measured the north side, five hundred reeds, with the measuring reed round about.
Καὶ ἐπέστρεψε πρὸς Βοῤῥᾶν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον τοῦ Βοῤῥᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
18
He measured the south side, five hundred reeds, with the measuring reed.
Καὶ ἐπέστρεψε πρὸς θάλασσαν, καὶ διεμέτρησε τὸ κατὰ πρόσωπον θαλάσσης, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου.
19
He turned about to the west side, and measured five hundred reeds with the measuring reed.
Καὶ ἐπέστρεψε πρὸς Νότον, καὶ διεμέτρησε κατέναντι τοῦ Νότου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου,
20
He measured it by the four sides: it had a wall round about, five hundred reeds long, and five hundred broad, to make a separation between the sanctuary and the profane place.
τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν, καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς, καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειν ἀναμέσον τῶν ἁγίων, καὶ ἀναμέσον τοῦ προτειχίσματος, τοῦ ἐν διατάξει τοῦ οἴκου.