Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
RVALXX
RVA
LXX
1
Y OÍA él las palabras de los hijos de Labán, que decían: Jacob ha tomado todo lo que era de nuestro padre; y de lo que era de nuestro padre ha adquirido toda esta grandeza.
Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν, λεγόντων, εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
2
Miraba también Jacob el semblante de Labán, y veía que no era para con él como ayer y antes de ayer.
Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ χθὲς καὶ τρίτην ἡμέραν.
3
También Jehová dijo á Jacob: Vuélvete á la tierra de tus padres, y á tu parentela; que yo seré contigo.
Εἶπε δὲ Κύριος πρὸς Ἰακὼβ, ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
4
Y envió Jacob, y llamó á Rachêl y á Lea al campo á sus ovejas,
Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
5
Y díjoles: Veo que el semblante de vuestro padre no es para conmigo como ayer y antes de ayer: mas el Dios de mi padre ha sido conmigo.
Καὶ εἶπεν αὐταῖς, ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετʼ ἐμοῦ.
6
Y vosotras sabéis que con todas mis fuerzas he servido á vuestro padre:
Καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
7
Y vuestro padre me ha engañado, y me ha mudado el salario diez veces: pero Dios no le ha permitido que me hiciese mal.
Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν· καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
8
Si él decía así: Los pintados serán tu salario; entonces todas las ovejas parían pintados: y si decía así: Los listados serán tu salario; entonces todas las ovejas parían listados.
Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθὸς, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθὸς, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά.
9
Así quitó Dios el ganado de vuestro padre, y diómelo á mí.
Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.
10
Y sucedió que al tiempo que las ovejas se recalentaban, alcé yo mis ojos y vi en sueños, y he aquí los machos que cubrían á las hembras eran listados, pintados y abigarrados.
Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
11
Y díjome el ángel de Dios en sueños: Jacob. Y yo dije: Heme aquí.
Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθʼ ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστι;
12
Y él dijo: Alza ahora tus ojos, y verás todos los machos que cubren á las ovejas listados, pintados y abigarrados; porque yo he visto todo lo que Labán te ha hecho.
Καὶ εἶπεν, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ.
13
Yo soy el Dios de Beth-el, donde tú ungiste el título, y donde me hiciste un voto. Levántate ahora, y sal de esta tierra, y vuélvete á la tierra de tu naturaleza.
Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
14
Y respondió Rachêl y Lea, y dijéronle: ¿Tenemos ya parte ni heredad en la casa de nuestro padre?
Καὶ ἀποκριθεῖσαι Ῥαχὴλ καὶ Λεία εἶπαν αὐτῷ, μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
15
¿No nos tiene ya como por extrañas, pues que nos vendió, y aun se ha comido del todo nuestro precio?
Οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
16
Porque toda la riqueza que Dios ha quitado á nuestro padre, nuestra es y de nuestros hijos: ahora pues, haz todo lo que Dios te ha dicho.
Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν· νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεὸς, ποίει.
17
Entonces se levantó Jacob, y subió sus hijos y sus mujeres sobre los camellos.
Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους·
18
Y puso en camino todo su ganado, y toda su hacienda que había adquirido, el ganado de su ganancia que había obtenido en Padan-aram, para volverse á Isaac su padre en la tierra de Canaán.
Καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
19
Y Labán había ido á trasquilar sus ovejas: y Rachêl hurtó los ídolos de su padre.
Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
20
Y recató Jacob el corazón de Labán Arameo, en no hacerle saber que se huía.
Ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
21
Huyó, pues, con todo lo que tenía; y levantóse, y pasó el río, y puso su rostro al monte de Galaad.
Καὶ ἀπέδρα αὐτὸς, καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
22
Y fué dicho á Labán al tercero día como Jacob se había huído.
Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ.
23
Entonces tomó á sus hermanos consigo, y fué tras él camino de siete días, y alcanzóle en el monte de Galaad.
Καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθʼ ἑαντοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
24
Y vino Dios á Labán Arameo en sueños aquella noche, y le dijo: Guárdate que no hables á Jacob descomedidamente.
Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθʼ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
25
Alcanzó pues Labán á Jacob, y éste había fijado su tienda en el monte: y Labán plantóla con sus hermanos en el monte de Galaad.
Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
26
Y dijo Labán á Jacob: ¿Qué has hecho, que me hurtaste el corazón, y has traído á mis hijas como prisioneras de guerra?
Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου, ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
27
¿Por qué te escondiste para huir, y me hurtaste, y no me diste noticia, para que yo te enviara con alegría y con cantares, con tamborín y vihuela?
Καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετʼ εὐφροσύνης, καὶ μετὰ μουσικῶν, καὶ τυμπάνων, καὶ κιθάρας.
28
Que aun no me dejaste besar mis hijos y mis hijas. Ahora locamente has hecho.
Καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου, καὶ τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας.
29
Poder hay en mi mano para haceros mal: mas el Dios de vuestro padre me habló anoche diciendo: Guárdate que no hables á Jacob descomedidamente.
Καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου χθὲς εἶπε πρός με, λέγων, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
30
Y ya que te ibas, porque tenías deseo de la casa de tu padre, ¿por qué me hurtaste mis dioses?
Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;
31
Y Jacob respondió, y dijo á Labán: Porque tuve miedo; pues dije, que quizá me quitarías por fuerza tus hijas.
Ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν, ὅτι ἐφοβήθην· εἶπα γὰρ, μή ποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπʼ ἐμοῦ, καὶ πάντα τὰ ἐμά.
32
En quien hallares tus dioses, no viva: delante de nuestros hermanos reconoce lo que yo tuviere tuyo, y llévatelo. Jacob no sabía que Rachêl los había hurtado.
Καὶ εἶπεν Ἰακὼβ, παρʼ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρʼ ἐμοὶ τῶν σῶν, καὶ λάβε· καὶ οὐκ ἐπέγνω παρʼ αὐτῷ οὐθέν· οὐκ ᾔδει δὲ Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
33
Y entró Labán en la tienda de Jacob, y en la tienda de Lea, y en la tienda de las dos siervas, y no los halló, y salió de la tienda de Lea, y vino á la tienda de Rachêl.
Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας, καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ, καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν, καὶ οὐχ εὗρεν· εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ.
34
Y tomó Rachêl los ídolos, y púsolos en una albarda de un camello, y sentóse sobre ellos: y tentó Labán toda la tienda, y no los halló.
Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς.
35
Y ella dijo á su padre: No se enoje mi señor, porque no me puedo levantar delante de ti; pues estoy con la costumbre de las mujeres. Y él buscó, pero no halló los ídolos.
Καὶ εἶπε τῷ πατρὶ αὐτῆς, μὴ βαρέως φέρε, κύριε· οὐ δυνάμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατʼ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ, καὶ οὐχ εὗρε τὰ εἴδωλα.
36
Entonces Jacob se enojó, y regañó con Labán; y respondió Jacob y dijo á Labán: ¿Qué prevaricación es la mía? ¿cuál es mi pecado, que con tanto ardor has venido en seguimiento mío?
Ὠργίσθη δὲ Ἰακὼβ, καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν, τί τὸ ἀδίκημά μου; καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου,
37
Pues que has tentado todos mis muebles, ¿qué has hallado de todas las alhajas de tu casa? Ponlo aquí delante de mis hermanos y tuyos, y juzguen entre nosotros ambos.
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
38
Estos veinte años he estado contigo: tus ovejas y tus cabras nunca abortaron, ni yo comí carnero de tus ovejas.
Ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον.
39
Nunca te traje lo arrebatado por las fieras; yo pagaba el daño; lo hurtado así de día como de noche, de mi mano lo requerías.
Θηριάλωτον οὐκ ἐνήνοχά σοι· ἐγὼ ἀπετίννυον παρʼ ἐμαυτοῦ κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός.
40
De día me consumía el calor, y de noche la helada, y el sueño se huía de mis ojos.
Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
41
Así he estado veinte años en tu casa: catorce años te serví por tus dos hijas, y seis años por tu ganado; y has mudado mi salario diez veces.
Ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
42
Si el Dios de mi padre, el Dios de Abraham, y el temor de Isaac, no fuera conmigo, de cierto me enviarías ahora vacío: vió Dios mi aflicción y el trabajo de mis manos, y reprendióte anoche.
Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεός· καὶ ἤλεγξέ σε χθές.
43
Y respondió Labán, y dijo á Jacob: Las hijas son hijas mías, y los hijos, hijos míos son, y las ovejas son mis ovejas, y todo lo que tú ves es mío: ¿y qué puedo yo hacer hoy á estas mis hijas, ó á sus hijos que ellas han parido?
Ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακὼβ, αἱ θυγατέρες, θυγατέρες μου, καὶ υἱοὶ, υἱοί μου, καὶ τὰ κτήνη, κτήνη μου· καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι, καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
44
Ven pues ahora, y hagamos alianza yo y tú; y sea en testimonio entre mí y entre ti.
Νῦν οὖν δεῦρο διαθῶμαι διαθήκην ἐγώ τε καὶ σύ· καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· εἶπε δὲ αὐτῷ, ἰδοὺ οὐθεὶς μεθʼ ἡμῶν ἐστιν· ἴδε ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
45
Entonces Jacob tomó una piedra, y levantóla por título.
Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην.
46
Y dijo Jacob á sus hermanos: Coged piedras. Y tomaron piedras é hicieron un majano; y comieron allí sobre aquel majano.
Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ, συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνόν· καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ· καὶ εἶπεν αὐτῷ Λάβαν, ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
47
Y llamólo Labán Jegar Sahadutha: y lo llamó Jacob Galaad.
Καὶ ἐκάλεσεν αὐτὸν Λάβαν, βουνὸς τῆς μαρτυρίας· Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν, βουνὸς μάρτυς.
48
Porque Labán dijo: Este majano es testigo hoy entre mí y entre ti; por eso fué llamado su nombre Galaad;
Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα, βουνὸς μαρτυρεῖ.
49
Y Mizpa, por cuanto dijo: Atalaye Jehová entre mí y entre ti, cuando nos apartáremos el uno del otro.
Καὶ ἡ ὅρασις, ἣν εἶπεν, ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· ὅτι ἀποστησόμεθα ἕτερος ἀφʼ ἑτέρου.
50
Si afligieres mis hijas, ó si tomares otras mujeres además de mis hijas, nadie está con nosotros; mira, Dios es testigo entre mí y entre ti.
Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβῃς γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐθεὶς μεθʼ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.
Καὶ εἶπε Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
51
Dijo más Labán á Jacob: He aquí este majano, y he aquí este título, que he erigido entre mí y ti.
—
52
Testigo sea este majano, y testigo sea este título, que ni yo pasaré contra ti este majano, ni tú pasarás contra mí este majano ni este título, para mal.
Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρός σε, μήτε σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ.
53
El Dios de Abraham, y el Dios de Nachôr juzgue entre nosotros, el Dios de sus padres. Y Jacob juró por el temor de Isaac su padre.
Ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρίναι ἀνὰ μέσον ἡμῶν· καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
54
Entonces Jacob inmoló víctimas en el monte, y llamó á sus hermanos á comer pan: y comieron pan, y durmieron aquella noche en el monte.
Καὶ ἔθυσεν θυσίαν ἐν τῷ ὄρει· καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
55
Y levantóse Labán de mañana, y besó sus hijos y sus hijas, y los bendijo; y retrocedió y volvióse á su lugar.
—