Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Then Job answered and said,
Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2
How long will ye vex my soul, and break me in pieces with words?
Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως.
3
These ten times have ye reproached me: ye are not ashamed that ye make yourselves strange to me.
Καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
4
And be it indeed that I have erred, mine error remaineth with myself.
Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος·
λαλῆσαι ῥῆματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
5
If indeed ye will magnify yourselves against me, and plead against me my reproach:
Ἔα δὲ, ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει.
6
Know now that God hath overthrown me, and hath compassed me with his net.
Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν.
7
Behold, I cry out of wrong, but I am not heard: I cry aloud, but there is no judgment.
Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
8
He hath fenced up my way that I cannot pass, and he hath set darkness in my paths.
Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
9
He hath stripped me of my glory, and taken the crown from my head.
Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
10
He hath destroyed me on every side, and I am gone: and mine hope hath he removed like a tree.
Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
11
He hath also kindled his wrath against me, and he counteth me unto him as one of his enemies.
Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
12
His troops come together, and raise up their way against me, and encamp round about my tabernacle.
Ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοὶ, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι.
13
He hath put my brethren far from me, and mine acquaintance are verily estranged from me.
Ἀπʼ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν·
14
My kinsfolk have failed, and my familiar friends have forgotten me.
Οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
15
They that dwell in mine house, and my maids, count me for a stranger: I am an alien in their sight.
Γείτονες οἰκίας, θεράπαιναί τε μοῦ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
16
I called my servant, and he gave me no answer; I intreated him with my mouth.
Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο.
17
My breath is strange to my wife, though I intreated for the children’s sake of mine own body.
Καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ καλακευων υἱοὺς παλλακίδων μου·
18
Yea, young children despised me; I arose, and they spake against me.
Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.
19
All my inward friends abhorred me: and they whom I loved are turned against me.
Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
20
My bone cleaveth to my skin and to my flesh, and I am escaped with the skin of my teeth.
Ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
21
Have pity upon me, have pity upon me, O ye my friends; for the hand of God hath touched me.
Ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστί.
22
Why do ye persecute me as God, and are not satisfied with my flesh?
Διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
23
Oh that my words were now written! oh that they were printed in a book!
Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,
24
That they were graven with an iron pen and lead in the rock for ever!
ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;
25
1
For I know that my redeemer liveth, and that he shall stand at the latter day upon the earth:
Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων,
26
And though after my skin worms destroy this body, yet in my flesh shall I see God:
ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
27
Whom I shall see for myself, and mine eyes shall behold, and not another; though my reins be consumed within me.
ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
28
But ye should say, Why persecute we him, seeing the root of the matter is found in me?
Εἰ δὲ καὶ ἐρεῖτε, τί ἐροῦμεν ἔναντι αὐτοῦ, καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ;
29
Be ye afraid of the sword: for wrath bringeth the punishments of the sword, that ye may know there is a judgment.
Εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται· καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη