Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Then Eliphaz the Temanite answered and said,
Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει,
2
Can a man be profitable unto God, as he that is wise may be profitable unto himself?
Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
3
Is it any pleasure to the Almighty, that thou art righteous? or is it gain to him, that thou makest thy ways perfect?
Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἀπλώσῃς τὴν ὁδόν σου;
4
Will he reprove thee for fear of thee? will he enter with thee into judgment?
Ἢ λόγον σου ποιοῦμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;
5
Is not thy wickedness great? and thine iniquities infinite?
Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσὶν αἱ ἁμαρτίαι;
6
For thou hast taken a pledge from thy brother for nought, and stripped the naked of their clothing.
Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου.
7
Thou hast not given water to the weary to drink, and thou hast withholden bread from the hungry.
Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν·
8
But as for the mighty man, he had the earth; and the honourable man dwelt in it.
Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς.
9
Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.
Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας.
10
Therefore snares are round about thee, and sudden fear troubleth thee;
Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.
11
Or darkness, that thou canst not see; and abundance of waters cover thee.
Τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε.
12
Is not God in the height of heaven? and behold the height of the stars, how high they are!
Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε;
13
And thou sayest, How doth God know? can he judge through the dark cloud?
Καὶ εἶπας, τί ἔγνω ὁ ἰσχυρός; ἢ κατὰ τοῦ γνόφου κρίνει;
14
Thick clouds are a covering to him, that he seeth not; and he walketh in the circuit of heaven.
Νεφέλη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται, καὶ γῦρον οὐρανοῦ διαπορεύεται.
15
Hast thou marked the old way which wicked men have trodden?
Μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,
16
Which were cut down out of time, whose foundation was overflown with a flood:
οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν,
17
Which said unto God, Depart from us: and what can the Almighty do for them?
οἱ λέγοντες, Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ;
18
Yet he filled their houses with good things: but the counsel of the wicked is far from me.
Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπʼ αὐτοῦ.
19
The righteous see it, and are glad: and the innocent laugh them to scorn.
Ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν.
20
Whereas our substance is not cut down, but the remnant of them the fire consumeth.
Εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.
21
Acquaint now thyself with him, and be at peace: thereby good shall come unto thee.
Γενοῦ δὴ σκληρὸς, ἐὰν ὑπομείνῃς, εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.
22
Receive, I pray thee, the law from his mouth, and lay up his words in thine heart.
Ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
23
If thou return to the Almighty, thou shalt be built up, thou shalt put away iniquity far from thy tabernacles.
Ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόῤῥω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.
24
Then shalt thou lay up gold as dust, and the gold of Ophir as the stones of the brooks.
Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφίρ.
25
Yea, the Almighty shall be thy defence, and thou shalt have plenty of silver.
Ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.
26
For then shalt thou have thy delight in the Almighty, and shalt lift up thy face unto God.
Εἶτα παῤῥησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς.
27
Thou shalt make thy prayer unto him, and he shall hear thee, and thou shalt pay thy vows.
Εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς.
28
Thou shalt also decree a thing, and it shall be established unto thee: and the light shall shine upon thy ways.
Ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος·
29
When men are cast down, then thou shalt say, There is lifting up; and he shall save the humble person.
Ὅτι ἐταπείνωσας σεαυτὸν, καὶ ἐρεῖς, ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει.
30
He shall deliver the island of the innocent: and it is delivered by the pureness of thine hands.
Ῥύσεται ἀθῶον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.