Skip to content
Bible Notetaker

Job 27

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
Moreover Job continued his parable, and said,
Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ,
2
As God liveth, who hath taken away my judgment; and the Almighty, who hath vexed my soul;
Ζῇ ὁ Θεὸς, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν,
3
All the while my breath is in me, and the spirit of God is in my nostrils;
εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινὶ,
4
My lips shall not speak wickedness, nor my tongue utter deceit.
μὴ λαλήσειν τὰ χείλη μου ὄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.
5
God forbid that I should justify you: till I die I will not remove mine integrity from me.
Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν μου.
6
My righteousness I hold fast, and will not let it go: my heart shall not reproach me so long as I live.
Δικαιοσύνῃ δὲ προσέχων οὐ μὴν προῶμαι, οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.
7
Let mine enemy be as the wicked, and he that riseth up against me as the unrighteous.
Οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστάμενοι, ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.
8
For what is the hope of the hypocrite, though he hath gained, when God taketh away his soul?
Καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἄρα σωθήσεται;
9
Will God hear his cry when trouble cometh upon him?
Ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ Θεός; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
10
Will he delight himself in the Almighty? will he always call upon God?
μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
11
I will teach you by the hand of God: that which is with the Almighty will I not conceal.
Ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου, ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι.
12
Behold, all ye yourselves have seen it; why then are ye thus altogether vain?
Ἰδοὺ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
13
This is the portion of a wicked man with God, and the heritage of oppressors, which they shall receive of the Almighty.
Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπʼ αὐτούς.
14
If his children be multiplied, it is for the sword: and his offspring shall not be satisfied with bread.
Ἐὰν δἐ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ καὶ ἀνδρωθῶσι, προσαιτήσουσιν.
15
Those that remain of him shall be buried in death: and his widows shall not weep.
Οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσι, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει.
16
Though he heap up silver as the dust, and prepare raiment as the clay;
Ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἶσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
17
He may prepare it, but the just shall put it on, and the innocent shall divide the silver.
ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
18
He buildeth his house as a moth, and as a booth that the keeper maketh.
Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὥσπερ ἀράχνη.
19
The rich man shall lie down, but he shall not be gathered: he openeth his eyes, and he is not.
Πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστι.
20
Terrors take hold on him as waters, a tempest stealeth him away in the night.
Συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος.
21
The east wind carrieth him away, and he departeth: and as a storm hurleth him out of his place.
Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
22
For God shall cast upon him, and not spare: he would fain flee out of his hand.
Καὶ ἐπιῤῥίψει ἐπʼ αὐτὸν καὶ οὐ φείσεται, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται.
23
Men shall clap their hands at him, and shall hiss him out of his place.
Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.