Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Moreover Job continued his parable, and said,
Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ,
2
Oh that I were as in months past, as in the days when God preserved me;
Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν;
3
When his candle shined upon my head, and when by his light I walked through darkness;
Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
4
As I was in the days of my youth, when the secret of God was upon my tabernacle;
Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
5
When the Almighty was yet with me, when my children were about me;
Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·
6
When I washed my steps with butter, and the rock poured me out rivers of oil;
Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
7
When I went out to the gate through the city, when I prepared my seat in the street!
Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
8
The young men saw me, and hid themselves: and the aged arose, and stood up.
Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν.
9
The princes refrained talking, and laid their hand on their mouth.
Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
10
The nobles held their peace, and their tongue cleaved to the roof of their mouth.
Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη.
11
When the ear heard me, then it blessed me; and when the eye saw me, it gave witness to me:
Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε.
12
Because I delivered the poor that cried, and the fatherless, and him that had none to help him.
Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.
13
The blessing of him that was ready to perish came upon me: and I caused the widow’s heart to sing for joy.
Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε·
14
I put on righteousness, and it clothed me: my judgment was as a robe and a diadem.
Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι.
15
I was eyes to the blind, and feet was I to the lame.
Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.
16
I was a father to the poor: and the cause which I knew not I searched out.
Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα.
17
And I brake the jaws of the wicked, and plucked the spoil out of his teeth.
Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
18
Then I said, I shall die in my nest, and I shall multiply my days as the sand.
Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω.
19
My root was spread out by the waters, and the dew lay all night upon my branch.
Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου.
20
My glory was fresh in me, and my bow was renewed in my hand.
Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
21
Unto me men gave ear, and waited, and kept silence at my counsel.
Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ.
22
After my words they spake not again; and my speech dropped upon them.
Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν.
23
And they waited for me as for the rain; and they opened their mouth wide as for the latter rain.
Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν.
24
If I laughed on them, they believed it not; and the light of my countenance they cast not down.
Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
25
I chose out their way, and sat chief, and dwelt as a king in the army, as one that comforteth the mourners.
Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν.