Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
But now they that are younger than I have me in derision, whose fathers I would have disdained to have set with the dogs of my flock.
Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
2
Yea, whereto might the strength of their hands profit me, in whom old age was perished?
Καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια.
3
For want and famine they were solitary; fleeing into the wilderness in former time desolate and waste.
Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν.
4
Who cut up mallows by the bushes, and juniper roots for their meat.
Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥὶζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου.
5
They were driven forth from among men, (they cried after them as after a thief;)
Ἐπανέστησάν μοι κλέπται,
6
To dwell in the clifts of the valleys, in caves of the earth, and in the rocks.
ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν·
7
Among the bushes they brayed; under the nettles they were gathered together.
Ἀναμέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο.
8
They were children of fools, yea, children of base men: they were viler than the earth.
Ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.
9
And now am I their song, yea, I am their byword.
Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν.
10
They abhor me, they flee far from me, and spare not to spit in my face.
Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον.
11
Because he hath loosed my cord, and afflicted me, they have also let loose the bridle before me.
Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν.
12
Upon my right hand rise the youth; they push away my feet, and they raise up against me the ways of their destruction.
Ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν.
13
They mar my path, they set forward my calamity, they have no helper.
Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν·
14
They came upon me as a wide breaking in of waters: in the desolation they rolled themselves upon me.
βέλεσιν αὐτοῦ κατηκόντισέ με. Κέκριται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι.
15
Terrors are turned upon me: they pursue my soul as the wind: and my welfare passeth away as a cloud.
Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
16
And now my soul is poured out upon me; the days of affliction have taken hold upon me.
Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν.
17
My bones are pierced in me in the night season: and my sinews take no rest.
Νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται.
18
By the great force of my disease is my garment changed: it bindeth me about as the collar of my coat.
Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με.
19
He hath cast me into the mire, and I am become like dust and ashes.
Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς.
20
I cry unto thee, and thou dost not hear me: I stand up, and thou regardest me not.
Κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με.
21
Thou art become cruel to me: with thy strong hand thou opposest thyself against me.
Ἐπέβησαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας.
22
Thou liftest me up to the wind; thou causest me to ride upon it, and dissolvest my substance.
Ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέῤῥιψάς με ἀπὸ σωτηρίας.
23
For I know that thou wilt bring me to death, and to the house appointed for all living.
Οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ.
24
Howbeit he will not stretch out his hand to the grave, though they cry in his destruction.
Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο.
25
Did not I weep for him that was in trouble? was not my soul grieved for the poor?
Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις·
26
When I looked for good, then evil came unto me: and when I waited for light, there came darkness.
ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.
27
My bowels boiled, and rested not: the days of affliction prevented me.
Ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας.
28
I went mourning without the sun: I stood up, and I cried in the congregation.
Στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
29
I am a brother to dragons, and a companion to owls.
Ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν.
30
My skin is black upon me, and my bones are burned with heat.
Τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
31
My harp also is turned to mourning, and my organ into the voice of them that weep.
Ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.