Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Wherefore, Job, I pray thee, hear my speeches, and hearken to all my words.
Οὐ μὴν δὲ ἀλλὰ ἄκουσου Ἰὼβ τὰ ῥήματά μου, καὶ λαλιὰν ἐνωτίζου μου.
2
Behold, now I have opened my mouth, my tongue hath spoken in my mouth.
γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
3
My words shall be of the uprightness of my heart: and my lips shall utter knowledge clearly.
Καθαρά μου ἡ καρδία ῥήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει.
4
The Spirit of God hath made me, and the breath of the Almighty hath given me life.
Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με.
5
If thou canst answer me, set thy words in order before me, stand up.
Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν, πρὸς ταῦτα ὑπόμεινον, στῆθι κατʼ ἐμὲ, καὶ ἐγὼ κατὰ σέ.
6
Behold, I am according to thy wish in God’s stead: I also am formed out of the clay.
Ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγὼ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
7
Behold, my terror shall not make thee afraid, neither shall my hand be heavy upon thee.
Οὐχ ὁ φόβος μου σὲ στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
8
Surely thou hast spoken in mine hearing, and I have heard the voice of thy words, saying,
Πλὴν εἶπας ἐν ὠσί μου· φωνὴν ῥημάτων σου ἀκήκοα·
9
I am clean without transgression, I am innocent; neither is there iniquity in me.
διότι λέγεις, καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα·
10
Behold, he findeth occasions against me, he counteth me for his enemy,
Μέμψιν δὲ κατʼ ἐμοῦ εὗρεν· ἥγηται δέ με ὥσπερ ὑπεναντίον.
11
He putteth my feet in the stocks, he marketh all my paths.
Ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς.
12
Behold, in this thou art not just: I will answer thee, that God is greater than man.
Πῶς γὰρ λέγεις, δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.
13
Why dost thou strive against him? for he giveth not account of any of his matters.
Λέγεις δέ, διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ῥῆμα;
14
For God speaketh once, yea twice, yet man perceiveth it not.
Ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ.
15
In a dream, in a vision of the night, when deep sleep falleth upon men, in slumberings upon the bed;
ἐνύπνιον ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης·
16
Then he openeth the ears of men, and sealeth their instruction,
Τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.
17
That he may withdraw man from his purpose, and hide pride from man.
Ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐῤῥύσατο.
18
He keepeth back his soul from the pit, and his life from perishing by the sword.
Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ.
19
He is chastened also with pain upon his bed, and the multitude of his bones with strong pain:
Πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης, καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε.
20
So that his life abhorreth bread, and his soul dainty meat.
Πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·
21
His flesh is consumed away, that it cannot be seen; and his bones that were not seen stick out.
ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κένα.
22
Yea, his soul draweth near unto the grave, and his life to the destroyers.
Ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ·
23
If there be a messenger with him, an interpreter, one among a thousand, to shew unto man his uprightness:
Ἐὰν ὦσι χιλιοι αγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
24
Then he is gracious unto him, and saith, Deliver him from going down to the pit: I have found a ransom.
ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
25
His flesh shall be fresher than a child’s: he shall return to the days of his youth:
Ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
26
He shall pray unto God, and he will be favourable unto him: and he shall see his face with joy: for he will render unto man his righteousness.
Εὐξάμενος δὲ πρὸς Κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
27
He looketh upon men, and if any say, I have sinned, and perverted that which was right, and it profited me not;
Εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ, λέγων, οἷα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον.
28
He will deliver his soul from going into the pit, and his life shall see the light.
Σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθορὰν, καὶ ἡ ζωή μου φῶς ὄψεται.
29
Lo, all these things worketh God oftentimes with man,
Ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός.
30
To bring back his soul from the pit, to be enlightened with the light of the living.
Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
31
Mark well, O Job, hearken unto me: hold thy peace, and I will speak.
Ἐνωτίζου Ἰὼβ καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω.
32
If thou hast any thing to say, answer me: speak, for I desire to justify thee.
Εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.
33
If not, hearken unto me: hold thy peace, and I shall teach thee wisdom.
Εἰ μὴ, σὺ ἄκουσόν μου, κώφευσον καὶ διδάξω σε.