Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
Then the Lord answered Job out of the whirlwind, and said,
Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν,
2
Who is this that darkeneth counsel by words without knowledge?
Τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχεν δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;
3
Gird up now thy loins like a man; for I will demand of thee, and answer thou me.
Ζώσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
4
Where wast thou when I laid the foundations of the earth? declare, if thou hast understanding.
Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι εἰ ἐπίστῃ σύνεσιν.
5
Who hath laid the measures thereof, if thou knowest? or who hath stretched the line upon it?
Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;
6
Whereupon are the foundations thereof fastened? or who laid the corner stone thereof;
Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς;
7
When the morning stars sang together, and all the sons of God shouted for joy?
Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.
8
Or who shut up the sea with doors, when it brake forth, as if it had issued out of the womb?
Ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐγῆς ἐκπορευομένη·
9
When I made the cloud the garment thereof, and thick darkness a swaddlingband for it,
Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
10
And brake up for it my decreed place, and set bars and doors,
Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.
11
And said, Hitherto shalt thou come, but no further: and here shall thy proud waves be stayed?
Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
12
Hast thou commanded the morning since thy days; and caused the dayspring to know his place;
Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; Ἑωσφόρος δὲ ἶδε τὴν ἑαυτοῦ τάξιν,
13
That it might take hold of the ends of the earth, that the wicked might be shaken out of it?
ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;
14
It is turned as clay to the seal; and they stand as a garment.
Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
15
And from the wicked their light is withholden, and the high arm shall be broken.
Ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16
Hast thou entered into the springs of the sea? or hast thou walked in the search of the depth?
Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17
Have the gates of death been opened unto thee? or hast thou seen the doors of the shadow of death?
Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
18
Hast thou perceived the breadth of the earth? declare if thou knowest it all.
Νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι, πόση τίς ἐστι;
19
Where is the way where light dwelleth? and as for darkness, where is the place thereof,
Ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
20
That thou shouldest take it to the bound thereof, and that thou shouldest know the paths to the house thereof?
Εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν·
21
Knowest thou it, because thou wast then born? or because the number of thy days is great?
Οἶδα ἄρα ὅτι τότε γεγέννησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
22
Hast thou entered into the treasures of the snow? or hast thou seen the treasures of the hail,
Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
23
Which I have reserved against the time of trouble, against the day of battle and war?
Ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης;
24
By what way is the light parted, which scattereth the east wind upon the earth?
Πόθεν δὲ ἐκπορεύεται πάχνη, ἢ διασκεδάννυται Νότος εἰς τὴν ὑπʼ οὐρανόν;
25
Who hath divided a watercourse for the overflowing of waters, or a way for the lightning of thunder;
Τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν,
26
To cause it to rain on the earth, where no man is; on the wilderness, wherein there is no man;
τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ,
27
To satisfy the desolate and waste ground; and to cause the bud of the tender herb to spring forth?
τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον, καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
28
Hath the rain a father? or who hath begotten the drops of dew?
Τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου;
29
Out of whose womb came the ice? and the hoary frost of heaven, who hath gendered it?
Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν,
30
The waters are hid as with a stone, and the face of the deep is frozen.
ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; πρόσωπον ἀσεβοῦς τίς ἔπτηξε;
31
Canst thou bind the sweet influences of Pleiades, or loose the bands of Orion?
Συνῆκας δὲ δεσμὸν Πλειάδος, καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
32
Canst thou bring forth Mazzaroth in his season? or canst thou guide Arcturus with his sons?
Ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ, καὶ ἕσπερον ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτά;
33
Knowest thou the ordinances of heaven? canst thou set the dominion thereof in the earth?
Ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ, ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
34
Canst thou lift up thy voice to the clouds, that abundance of waters may cover thee?
καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου;
35
Canst thou send lightnings, that they may go, and say unto thee, Here we are?
Ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστι;
36
Who hath put wisdom in the inward parts? or who hath given understanding to the heart?
Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἢ ποικιλτικὴν ἐπιστήμην;
37
Who can number the clouds in wisdom? or who can stay the bottles of heaven,
Τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινε;
38
When the dust groweth into hardness, and the clods cleave fast together?
Κέχυται δὲ ὥσπερ γῆ κονία, κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
39
Wilt thou hunt the prey for the lion? or fill the appetite of the young lions,
Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;
40
When they couch in their dens, and abide in the covert to lie in wait?
Δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
41
Who provideth for the raven his food? when his young ones cry unto God, they wander for lack of meat.
Τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες.