Skip to content
Bible Notetaker

Job 40

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

RVALXX
RVA
LXX
1
ENTONCES respondió Jehová á Job desde la oscuridad, y dijo:
Καὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ, καὶ εἶπε,
2
Cíñete ahora como varón tus lomos; yo te preguntaré, y explícame.
μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλίνει; ἐλέγχων δὲ Θεὸν, ἀποκριθήσεται αὐτήν.
3
¿Invalidarás tú también mi juicio? ¿me condenarás á mí, para justificarte á ti?
Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ,
4
¿Tienes tú brazo como Dios? ¿y tronarás tú con voz como él?
τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου.
5
Atavíate ahora de majestad y de alteza: y vístete de honra y de hermosura.
Ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
6
Esparce furores de tu ira: y mira á todo soberbio, y abátelo.
Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος, εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους,
7
Mira á todo soberbio, y humíllalo, y quebranta á los impíos en su asiento.
Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι.
8
Encúbrelos á todos en el polvo, venda sus rostros en la oscuridad;
Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἳνα ἀναφανῇς δίκαιος;
9
Y yo también te confesaré que podrá salvarte tu diestra.
Ἢ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾷς;
10
He aquí ahora behemoth, al cual yo hice contigo; hierba come como buey.
Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.
11
He aquí ahora que su fuerza está en sus lomos, y su fortaleza en el ombligo de su vientre.
Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον.
12
Su cola mueve como un cedro, y los nervios de sus genitales son entretejidos.
Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα.
13
Sus huesos son fuertes como bronce, y sus miembros como barras de hierro.
Κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον.
14
El es la cabeza de los caminos de Dios: el que lo hizo, puede hacer que su cuchillo á él se acerque.
Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
15
Ciertamente los montes producen hierba para él: y toda bestia del campo retoza allá.
Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἶσα βουσὶν ἐσθίουσιν.
16
Echaráse debajo de las sombras, en lo oculto de las cañas, y de los lugares húmedos.
Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός·
17
Los árboles sombríos lo cubren con su sombra; los sauces del arroyo lo cercan.
Ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται.
18
He aquí que él tomará el río sin inmutarse: y confíase que el Jordán pasará por su boca.
Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
19
¿Tomarálo alguno por sus ojos en armadijos, y horadará su nariz?
Τουτέστιν ἀρχὴ πλάσματος Κυρίου· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
20
—
Ἐπελθὼν δὲ ἐπʼ ὄρος ἀκρότομον, ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ.
21
—
Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.
22
—
Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ.
23
—
Ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.
24
—
Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα.
25
—
Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίεαν περὶ ῥῖνα αὐτοῦ;
26
—
Ἤ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
27
—
Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
28
—
Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
29
—
Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
30
—
Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;
31
—
Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
32
—
Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν στόματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.