Skip to content
Bible Notetaker

Job 9

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

KJVLXX
KJV
LXX
1
Then Job answered and said,
Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2
I know it is so of a truth: but how should man be just with God?
Ἐπʼ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
3
If he will contend with him, he cannot answer him one of a thousand.
Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
4
He is wise in heart, and mighty in strength: who hath hardened himself against him, and hath prospered?
Σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
5
Which removeth the mountains, and they know not: which overturneth them in his anger.
Ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ·
6
Which shaketh the earth out of her place, and the pillars thereof tremble.
Ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
7
Which commandeth the sun, and it riseth not; and sealeth up the stars.
Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει·
8
Which alone spreadeth out the heavens, and treadeth upon the waves of the sea.
Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
9
Which maketh Arcturus, Orion, and Pleiades, and the chambers of the south.
Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμεῖα Νότου·
10
Which doeth great things past finding out; yea, and wonders without number.
Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
11
Lo, he goeth by me, and I see him not: he passeth on also, but I perceive him not.
Ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· ἐὰν παρέλθῃ με, οὐδʼ ὡς ἔγνων.
12
Behold, he taketh away, who can hinder him? who will say unto him, What doest thou?
Ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας;
13
If God will not withdraw his anger, the proud helpers do stoop under him.
Αὐτὸς γὰρ ἀπέστραπται ὀργὴν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν
14
How much less shall I answer him, and choose out my words to reason with him?
Ἐὰν δέ μου ὑπακούσεται, ἤ διακρίνει τὰ ῥήματά μου.
15
Whom, though I were righteous, yet would I not answer, but I would make supplication to my judge.
Ἐὰν γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
16
If I had called, and he had answered me; yet would I not believe that he had hearkened unto my voice.
Ἐάν τε καλέσω καὶ μὴ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέ μου τῆς φωνῆς.
17
For he breaketh me with a tempest, and multiplieth my wounds without cause.
Μὴ γνόφῳ με ἐκτρίψῃ· πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς.
18
He will not suffer me to take my breath, but filleth me with bitterness.
Οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι· ἐνέπλησε δέ με πικρίας,
19
If I speak of strength, lo, he is strong: and if of judgment, who shall set me a time to plead?
ὅτι μὲν γὰρ ἰσχύει κράτει· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
20
If I justify myself, mine own mouth shall condemn me: if I say, I am perfect, it shall also prove me perverse.
Ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ᾧ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
21
Though I were perfect, yet would I not know my soul: I would despise my life.
Εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
22
This is one thing, therefore I said it, He destroyeth the perfect and the wicked.
Διὸ εἶπον, μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
23
If the scourge slay suddenly, he will laugh at the trial of the innocent.
ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται,
24
The earth is given into the hand of the wicked: he covereth the faces of the judges thereof; if not, where, and who is he?
παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς, πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός ἐστι, τίς ἐστιν;
25
Now my days are swifter than a post: they flee away, they see no good.
Ὁ δὲ βίος μου ἐστὶν ἐλαφρότερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
26
They are passed away as the swift ships: as the eagle that hasteth to the prey.
Ἢ καὶ ἐστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;
27
If I say, I will forget my complaint, I will leave off my heaviness, and comfort myself:
Ἐάν τε γὰρ εἶπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω·
28
I am afraid of all my sorrows, I know that thou wilt not hold me innocent.
Σείομαι πᾶσι τοῖς μέλεσιν, οἴδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις.
29
If I be wicked, why then labour I in vain?
Ἐπειδὴ δέ εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον;
30
If I wash myself with snow water, and make my hands never so clean;
Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,
31
Yet shalt thou plunge me in the ditch, and mine own clothes shall abhor me.
ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.
32
For he is not a man, as I am, that I should answer him, and we should come together in judgment.
Οὐ γὰρ εἰ ἄνθρωπος κατʼ ἐμὲ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
33
Neither is there any daysman betwixt us, that might lay his hand upon us both.
Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ ἐλέγχων, καὶ διακούων ἀναμέσον ἀμφοτέρων.
34
Let him take his rod away from me, and let not his fear terrify me:
Ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
35
Then would I speak, and not fear him; but it is not so with me.
καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.