Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
RVALXX
RVA
LXX
1
OYE, oh Jehová, justicia; está atento á mi clamor; escucha mi oración hecha sin labios de engaño.
Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυὶδ, ἃ ἐλάλησε τῷ Κυρίῳ, τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν,
2
De delante de tu rostro salga mi juicio; vean tus ojos la rectitud.
Αγαπήσω σε, Κύριε ἰσχύς μου.
3
Tú has probado mi corazón, hasme visitado de noche; me has apurado, y nada inicuo hallaste: heme propuesto que mi boca no ha de propasarse.
Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπʼ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.
4
Para las obras humanas, por la palabra de tus labios yo me he guardado de las vías del destructor.
Αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
5
Sustenta mis pasos en tus caminos, porque mis pies no resbalen.
Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με.
6
Yo te he invocado, por cuanto tú me oirás, oh Dios: inclina á mí tu oído, escucha mi palabra.
Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.
7
Muestra tus estupendas misericordias, tú que salvas á los que en ti confían de los que se levantan contra tu diestra.
Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου. καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
8
Guárdame como lo negro de la niñeta del ojo, escóndeme con la sombra de tus alas,
Καὶ ἐσαλεύθη, καὶ ἔντρόμος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.
9
De delante de los malos que me oprimen, de mis enemigos que me cercan por la vida.
Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.
10
Cerrados están con su grosura; con su boca hablan soberbiamente.
Καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
11
Nuestros pasos nos han cercado ahora: puestos tienen sus ojos para echarnos por tierra.
Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
12
Parecen al león que desea hacer presa, y al leoncillo que está escondido.
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
13
Levántate, oh Jehová; prevén su encuentro, póstrale: libra mi alma del malo con tu espada;
Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.
14
De los hombres con tu mano, oh Jehová, de los hombres de mundo, cuya parte es en esta vida, y cuyo vientre hinches de tu tesoro: hartan sus hijos, y dejan el resto á sus chiquitos.
Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ.
15
Yo en justicia veré tu rostro: seré saciado cuando despertare á tu semejanza.
Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς.
16
—
Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου Κύριε, ἀπὸ ἐνπνεύσεως πνεύματος ὀργῆς σου.
17
—
Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
18
—
Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
19
—
Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου.
20
—
Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με.
21
—
Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
22
—
Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου.
23
—
Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ.
24
—
Καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
25
—
Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
26
—
Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ·
27
—
Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
28
—
Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.
29
—
Ὅτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου.
30
—
Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.
31
—
Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν.
32
—
Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;
33
—
Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·
34
—
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·
35
—
Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου,
36
—
καὶ ἔδωκάς με ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει.
37
—
Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
38
—
Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν.
39
—
Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
40
—
Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταένους ἐπʼ ἐμὲ ὑποκάτω μου.
41
—
Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας.
42
—
Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουεν αὐτῶν.
43
—
Καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
44
—
Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι,
45
—
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
46
—
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
47
—
Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου.
48
—
Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμὲ,
49
—
ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων· ἀπὸ τῶν ἐπανισταμένων ἐπʼ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
50
—
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
51
—
Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.