Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.
KJVLXX
KJV
LXX
1
O Lord our Lord, how excellent is thy name in all the earth! who hast set thy glory above the heavens.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.
2
Out of the mouth of babes and sucklings hast thou ordained strength because of thine enemies, that thou mightest still the enemy and the avenger.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
3
When I consider thy heavens, the work of thy fingers, the moon and the stars, which thou hast ordained;
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
4
What is man, that thou art mindful of him? and the son of man, that thou visitest him?
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·
5
For thou hast made him a little lower than the angels, and hast crowned him with glory and honour.
Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
6
Thou madest him to have dominion over the works of thy hands; thou hast put all things under his feet:
Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν,
7
All sheep and oxen, yea, and the beasts of the field;
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
8
The fowl of the air, and the fish of the sea, and whatsoever passeth through the paths of the seas.
πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
9
O Lord our Lord, how excellent is thy name in all the earth!
τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
10
—
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ;