Skip to content
Bible Notetaker

Psalms 87

Septuagint numbering can differ. Rows compare verse numbers and may contain different passages. Notes belong to the first edition.

RVALXX
RVA
LXX
1
SU cimiento es en montes de santidad.
Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ, εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ.
2
Ama Jehová las puertas de Sión más que todas las moradas de Jacob.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
3
Cosas ilustres son dichas de ti, ciudad de Dios. (Selah.)
Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.
4
Yo me acordaré de Rahab y de Babilonia entre los que me conocen: he aquí Palestina, y Tiro, con Etiopía: éste nació allá.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε.
5
Y de Sión se dirá: Este y aquél han nacido en ella; y fortificarála el mismo Altísimo.
Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,
6
Jehová contará cuando se escribieren los pueblos: Este nació allí. (Selah.)
ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι ἐῤῥιμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
7
Y cantores y tañedores en ella dirán: Todas mis fuentes estarán en ti.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
8
—
Ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπʼ ἐμέ· διάψαλμα.
9
—
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
10
—
Οἱ ὀφθαλμοί μου ἠσθένησαυ ἀπὸ πτωχείας· καὶ ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.
11
—
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;
12
—
Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
13
—
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
14
—
Κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα, καὶ τοπρωῒ ἡ προσευχή μου προφθάσει σε.
15
—
Ἱνατί Κύριε ἀπωθεῖς τὴν προσευχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;
16
—
Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
17
—
Ἐπʼ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με.
18
—
Ἐκύκλωσάν με ὡς ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.
19
—
Ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.